§21.9.1ὅτι Διοφάνης ὁ Μεγαλοπολίτης μεγάλην ἕξιν εἶχεν ἐν τοῖς πολεμικοῖς διὰ τὸ πολυχρονίου γεγονότος τοῦ πρὸς Νάβιν πολέμου τοῖς Μεγαλοπολίταις ἀστυγείτονος πάντα συνεχῶς τὸν χρόνον ὑπὸ τὸν Φιλοποίμενα τεταγμένος τριβὴν ἐσχηκέναι τῶν κατὰ πόλεμον ἔργων ἀληθινήν.
メガロポリスのディオファネスは、隣国人ナビスとの戦争がメガロポリス市民にとって長年に及んだため、終始ずっとフィロポイメンのもとに配属されて、軍事における実際の確かな経験を積んでいたことにより、軍事において優れた能力を有していた。
§21.9.2χωρίς τε τούτων κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν σωματικὴν χρείαν ἦν ὁ προειρημένος ἀνὴρ δυνατὸς καὶ καταπληκτικός.
これらに加えて、前述の男は外見においても肉体の活動においても力強く、威圧感を与えるものであった。
§21.9.3τὸ δὲ κυριώτατον, πρὸς πόλεμον ὑπῆρχεν ἀνὴρ ἀγαθὸς καὶ τοῖς ὅπλοις ἐχρῆτο διαφερόντως.
そして最も重要なことには、彼は戦争において勇敢な男であり、武器の扱いにも格段に優れていた。
—
—