§21.11.1ὅτι Ἀντίοχος ὁ βασιλεὺς παραγενόμενος εἰς τὰς Σάρδεις ἀπὸ τῆς προρρηθείσης στρατείας διεπέμπετο συνεχῶς πρὸς Προυσίαν, παρακαλῶν αὐτὸν εἰς τὴν σφετέραν συμμαχίαν.
アンティオコス王は、前述の遠征からサルディスに到着すると、プルシアスに対して絶えず使者を送り、自分たちの同盟に加わるよう促した。
§21.11.2ὁ δὲ Προυσίας κατὰ μὲν τοὺς ἀνώτερον χρόνους οὐκ ἀλλότριος ἦν τοῦ κοινωνεῖν τοῖς περὶ τὸν Ἀντίοχον·
プルシアスは、それ以前の時期においては、アンティオコスの一行と同盟を結ぶことにやぶさかではなかった。
πάνυ γὰρ ἐδεδίει τοὺς Ῥωμαίους, μὴ ποιῶνται τὴν εἰς Ἀσίαν διάβασιν ἐπὶ καταλύσει πάντων τῶν δυναστῶν.
というのも、彼はローマ人がすべての支配者を滅ぼすためにアジアへ渡ってくるのではないかと、ひどく恐れていたからである。
§21.11.3παραγενομένης δʼ ἐπιστολῆς αὐτῷ παρά τε Λευκίου καὶ Ποπλίου τῶν ἀδελφῶν, κομισάμενος ταύτην καὶ διαναγνοὺς ἐπὶ ποσὸν ἔστη τῇ διανοίᾳ καὶ προείδετο τὸ μέλλον ἐνδεχομένως,
しかし、ルキウスとプブリウスの兄弟から彼に書簡が届き、これを受け取って熟読すると、彼はしばらくの間考え込んで立ち止まったが、その後、しかるべき形で将来を見通した。
§21.11.4ἅτε τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κεχρημένων καὶ πολλοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν ἐγγράπτων.
プブリウスの一行が、書簡を通じて、信頼を勝ち取るための明白かつ多くの証拠を用いていたからである。
§21.11.5οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔφερον ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων Ῥωμαίων,
彼らは自分たちの基本方針について弁明しただけでなく、すべてのローマ人の共通の方針についても説明をもたらしたからである。
§21.11.6διʼ ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι τινὸς τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ τινὰς μὲν καὶ προσκατεσκευακότες αὐτοὶ δυνάστας, ἐνίους δʼ ηὐξηκότες καὶ πολλαπλασίους αὐτῶν τὰς ἀρχὰς πεποιηκότες.
それらを通じて、彼らは、ローマ人が当初からの王たちの誰一人としてその支配権を奪うなどしていないばかりか、自ら新たに支配者たちを立て、ある者たちに対してはその権力を増大させ、彼らの領土を何倍にも拡大してきたことを示した。
§21.11.7ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδοβάλην καὶ Κολίχαντα προεφέροντο, κατὰ δὲ τὴν Λιβύην Μασαννάσαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις Πλευρᾶτον·
そうした支配者として、彼らはイベリアにおいてはアンドバレスとコリハスを、リビアにおいてはマサナッサを、イリュリア地方においてはプレウラトスを例に挙げた。
§21.11.8οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογουμένως.
彼ら全員を、取るに足らない、ありふれた支配者から、誰もが認める王へと仕立て上げたのだと彼らは述べた。
§21.11.9ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυκέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον·
同様に、ギリシアにおけるフィリッポスとナビスをも挙げた。 そのうちフィリッポスについては、戦争で打ち破り、人質と貢納の義務を課して追い詰めたものの、今や彼の好意のわずかな証拠を受け取ったことで、彼の息子や共に人質となっていた若者たちを彼に返還し、貢納を免除し、戦争で占領された都市の多くを返還したのである(と述べた)。
§21.11.10Νάβιν δὲ δυνηθέντες ἄρδην ἐπανελέσθαι, τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δʼ αὐτοῦ, καίπερ ὄντος τυράννου, λαβόντες πίστεις τὰς εἰθισμένας.
またナビスについては、彼を根絶やしにすることができたにもかかわらず、そうすることはせず、彼が僭主であるにもかかわらず、慣例の誓いを受け取った上で、彼を助命した(と述べた)。
§21.11.11εἰς ἃ βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δʼ αἱρεῖσθαι τὰ Ῥωμαίων·
これらの事例に目を向けるよう促しつつ、彼らは書簡を通じてプルシアスに対し、自らの支配権について恐れることなく、確信を持ってローマ人の側を選択するよう勧めた。
ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν.
そのような選択が、彼にとって後悔のないものになるであろうからである。
§21.11.12ὧν ὁ Προυσίας διακούσας ἐπʼ ἄλλης ἐγένετο γνώμης.
プルシアスはこれらを注意深く聞き、考えを変えた。
ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντίοχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδράσιν.
さらにガイウス・リウィウス率いる使節団が彼のもとに到着すると、彼はアンティオコスに対する期待を完全に捨て去り、前述の男たちと手を結んだ。
§21.11.13Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς Ἔφεσον καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διά
βασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας ἀποτρίβεσθαι βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων. —
一方、アンティオコスはこの期待が外れるとエフェソスへ至り、歩兵軍団の渡航を阻止し、戦争全体をアジアから完全に退けることができるのは、海上の制海権を確実に握っている場合に限られると思案した。 そこで彼は海戦を挑み、海上での危険を通じて決着をつけることを決意した。