§21.10.1ὅτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμβαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ βασιλέως καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικάς, ἀλλὰ καὶ τὰς πεζικὰς δυνάμεις ἐπʼ αὐτὸν παραγινομένας, ἐβουλεύετο λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός τε Ῥωμαίους καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους.
安条克国王侵入佩加蒙,但在得知尤门尼斯国王抵达,并看到不仅是海军而且陆军部队也正向他逼近后,便打算与罗马人、尤门尼斯以及罗得斯人一同举行关于和平的谈判。
§21.10.2ἐξάρας οὖν ἅπαντι τῷ στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν καὶ λαβὼν λόφον τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου κατέστησε, τοὺς δʼ ἱππεῖς παρʼ αὐτὴν τὴν πόλιν παρενέβαλε, πλείους ὄντας ἑξακισχιλίων.
于是,他率全军出发,抵达埃莱亚附近。 在占领了该城正对面的一座山丘后,他将步兵部署其上,而将六千多名骑兵部署在紧邻该城的地方。
§21.10.3αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ διαλύσεων.
他自己则置身于这两者之间,派人进入城内,向卢基乌斯及其随从传达关于和平谈判的提议。
§21.10.4ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένην ἠξίου λέγειν περὶ τῶν ἐνεστώτων τὸ φαινόμενον.
罗马将官召集了罗得斯人和尤门尼斯,要求他们就当前的局势发表意见。
§21.10.5οἱ μὲν οὖν περὶ τὸν Εὔδαμον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτʼ εὐσχήμονα τὴν διάλυσιν οὔτε δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι.
埃乌达莫斯和潘菲利达斯等人并不反对议和;但国王却表示,在目前的情况下,议和既不体面,也无可能。
§21.10.6"εὐσχήμονα γάρ" ἔφη "πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις;
“因为,”他说,“如果我们被困在城墙内进行议和,这种结局又怎能说是体面的呢?
§21.10.7"καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν· "πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας;
此外,他也表示这在目前也是不可能的:“因为在尚未接见执政官的情况下,在没有得到他同意前,我们又怎能去确认已经达成协议的条约呢?
§21.10.8χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα.
除外之外,如果真与安条克达成了某种协议的迹象,在人民和元老院首先批准所决定之事前,海军和陆军部队显然都无法返回各自的祖国。
§21.10.9λείπεται δὴ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε καὶ πράττειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς· §21.10.10ἔπειτʼ, ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπʼ ἀρχῆς τὸν πόλεμον, παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις.
这样一来,我们就只能在期待他们决定的同时留在这里过冬,无所作为,并且白白消耗我们盟友所提供的物资和准备;接着,如果元老院不赞成议和,我们还必须在错失当前时机的情况下,从头开始重新燃起战火,而本在这些时机中,若蒙神恩,我们是可以给整个战争画上句号的。
§21.10.11"ὁ μὲν οὖν Εὐμένης ταῦτʼ εἶπεν· ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν, ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις.
” 尤门尼斯便说了这些话;卢基乌斯采纳了这一建议,对安条克的使者答复说,在前执政官抵达之前,是不可能达成任何和平协议的。
§21.10.12ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν Ἐλαϊτῶν χώραν·
听完这些,安条克的手下立刻开始蹂躏埃莱亚人的领地。
§21.10.13ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον, §21.10.14καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέμουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας.
紧接着,塞琉古留在那些地方,而安条克则继续进军,侵入了被称为“底比斯平原”的地区,并且在进入了一片富饶且充满财物的土地之后,他让自己的军队装满了各种战利品。
—
—