§2.9.1ἡ δὲ Τεύτα, τῆς ὥρας ἐπιγενομένης, ἐπισκευάσασα λέμβους πλείους τῶν πρότερον ἐξαπέστειλε πάλιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους.
テウタは、シーズンが到来すると、以前よりも多くの快速船を整備して、再びギリシアの各地へと派遣した。
§2.9.2ὧν οἱ μὲν διὰ πόρου τὸν πλοῦν ἐπὶ τὴν Κέρκυραν ἐποιοῦντο, μέρος δέ τι προσέσχε τὸν τῶν Ἐπιδαμνίων λιμένα, λόγῳ μὲν ὑδρείας καὶ ἐπισιτισμοῦ χάριν, ἔργῳ δʼ ἐπιβουλῆς καὶ πράξεως ἐπὶ τὴν πόλιν.
それらの船のうち、あるものは海峡を通ってコルキュラへと航路を取り、一部はエピダムノス人の港に寄港した。 それは、口実の上では給水と食料調達のためであったが、実際には都市に対する陰謀と襲撃のためであった。
§2.9.3τῶν δʼ Ἐπιδαμνίων ἀκάκως ἅμα καὶ ῥᾳθύμως αὐτοὺς παραδεξαμένων, εἰσελθόντες ἐν αὐτοῖς τοῖς περιζώμασιν ὡς ὑδρευσόμενοι, μαχαίρας ἔχοντες ἐν τοῖς κεραμίοις, οὕτως κατασφάξαντες τοὺς φυλάττοντας τὴν πύλην ταχέως ἐγκρατεῖς ἐγένοντο τοῦ πυλῶνος.
エピダムノス人たちが彼らを疑いもせず油断して受け入れたため、彼らは給水するふりをして、下着だけを身につけて中に入り、水瓶の中に短剣を忍ばせておき、このようにして門を警備していた者たちを虐殺すると、速やかに門を占拠した。
§2.9.4ἐπιγενομένης δὲ κατὰ τὸ συντεταγμένον ἐνεργῶς τῆς ἀπὸ τῶν πλοίων βοηθείας, παραδεξάμενοι τούτους ῥᾳδίως κατεῖχον τὰ πλεῖστα τῶν τειχῶν.
手はず通りに船からの増援が勢いよく到来すると、彼らはこれを受け入れて、容易に城壁の大部分を占領した。
§2.9.5τῶν δʼ ἐκ τῆς πόλεως ἀπαρασκεύως μὲν διὰ τὸ παράδοξον, ἐκθύμως δὲ βοηθούντων καὶ διαγωνιζομένων, συνέβη τοὺς Ἰλλυριοὺς ἐπὶ πολὺν χρόνον ἀντιποιησαμένους τέλος ἐκπεσεῖν ἐκ τῆς πόλεως.
市内の人々は不意の出来事のために準備こそしていなかったが、熱心に救護に赴き戦ったため、イリュリア人たちは長い時間奮闘したものの、最後には市内から撃退される結果となった。
§2.9.6Ἐπιδάμνιοι μὲν οὖν ἐν ταύτῃ τῇ πράξει διὰ μὲν τὴν ὀλιγωρίαν ἐκινδύνευσαν ἀποβαλεῖν τὴν πατρίδα, διὰ δὲ τὴν εὐψυχίαν ἀβλαβῶς ἐπαιδεύθησαν πρὸς τὸ μέλλον.
こうしてエピダムノス人は、この事件において、自らの不注意のために祖国を失いかけたが、自らの勇敢さのおかげで、何の被害も被ることなく将来のための教訓を得た。
§2.9.7τῶν δʼ Ἰλλυριῶν οἱ προεστῶτες κατὰ σπουδὴν ἀναχθέντες καὶ συνάψαντες τοῖς προπλέουσι κατῆραν εἰς τὴν Κέρκυραν·
他方、イリュリア人の指揮官たちは急いで出航し、先行していた船団と合流すると、コルキュラに上陸した。
καὶ ποιησάμενοι καταπληκτικὴν τὴν ἀπόβασιν ἐνεχείρησαν πολιορκεῖν τὴν πόλιν.
そして、恐るべき上陸作戦を敢行した上で、都市の包囲に着手した。
§2.9.8ὧν συμβαινόντων οἱ Κερκυραῖοι δυσχρηστούμενοι καὶ δυσελπίστως διακείμενοι τοῖς ὅλοις ἐπρεσβεύοντο πρός τε τοὺς Ἀχαιοὺς καὶ τοὺς Αἰτωλούς, ἅμα δὲ τούτοις Ἀπολλωνιᾶται καὶ Ἐπιδάμνιοι, δεόμενοι σφίσι βοηθεῖν κατὰ σπουδὴν καὶ μὴ περιιδεῖν σφᾶς αὐτοὺς ἀναστάτους γενομένους ὑπὸ τῶν Ἰλλυριῶν.
これらの事態が起こる中で、コルキュラ人は困惑し、事態の全体について絶望的な状況に陥ったため、アカイア人とアイトリア人のもとに使節を派遣した。 彼らと同時に、アポロニア人とエピダムノス人も使節を送って、大急ぎで自分たちを援助してくれるよう、そしてイリュリア人によって自分たちが滅ぼされるのを黙って見過ごさないよう懇願した。
§2.9.9οἱ δὲ διακούσαντες τῶν πρέσβεων καὶ προσδεξάμενοι τοὺς λόγους ἐπλήρωσαν κοινῇ τὰς τῶν Ἀχαιῶν δέκα ναῦς καταφράκτους, καταρτίσαντες δʼ ἐν ὀλίγαις ἡμέραις ἔπλεον ἐπὶ τῆς Κερ
彼らは使節たちの言い分を最後まで聞き、その訴えを受け入れると、アカイア人の有甲船10隻を共同で艤装し、数日のうちに準備を整えて、コルの……