Humanitext Reader

波利比奥斯 · 历史 §2.9.1-2.9.9

伊利里亚军围攻科尔库拉与希腊同盟的救援

第 97 段,共 1311 段 · 希腊语

内容简介

特乌塔向希腊各地派遣了伊利里亚舰队,其中一部分试图通过诡计夺取埃皮达姆诺斯但最终被击退,而主力舰队则围攻科尔库拉。陷入困境的科尔库拉人及其盟友向阿凯亚和埃托利亚同盟求援,后者装备了十艘甲板船前往增援。

§2.9.1ἡ δὲ Τεύτα, τῆς ὥρας ἐπιγενομένης, ἐπισκευάσασα λέμβους πλείους τῶν πρότερον ἐξαπέστειλε πάλιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους.
特乌塔在航海季节到来时,装备了比先前更多的快速船,再次将它们派往希腊各地。
§2.9.2ὧν οἱ μὲν διὰ πόρου τὸν πλοῦν ἐπὶ τὴν Κέρκυραν ἐποιοῦντο, μέρος δέ τι προσέσχε τὸν τῶν Ἐπιδαμνίων λιμένα, λόγῳ μὲν ὑδρείας καὶ ἐπισιτισμοῦ χάριν, ἔργῳ δʼ ἐπιβουλῆς καὶ πράξεως ἐπὶ τὴν πόλιν.
在这些船只中,一部分经由海峡航向科尔库拉,另一部分则停靠在埃皮达姆诺斯人的港口,名义上是为了淡水和补给,实际上则是为了针对该城进行阴谋和袭击。
§2.9.3τῶν δʼ Ἐπιδαμνίων ἀκάκως ἅμα καὶ ῥᾳθύμως αὐτοὺς παραδεξαμένων, εἰσελθόντες ἐν αὐτοῖς τοῖς περιζώμασιν ὡς ὑδρευσόμενοι, μαχαίρας ἔχοντες ἐν τοῖς κεραμίοις, οὕτως κατασφάξαντες τοὺς φυλάττοντας τὴν πύλην ταχέως ἐγκρατεῖς ἐγένοντο τοῦ πυλῶνος.
埃皮达姆诺斯人毫无戒备且大意地接纳了他们,于是他们只穿着内衣、假装去取水而进入城内,却在水罐中藏了短剑,就这样杀死了守卫城门的人,迅速控制了城门通道。
§2.9.4ἐπιγενομένης δὲ κατὰ τὸ συντεταγμένον ἐνεργῶς τῆς ἀπὸ τῶν πλοίων βοηθείας, παραδεξάμενοι τούτους ῥᾳδίως κατεῖχον τὰ πλεῖστα τῶν τειχῶν.
按照约定,船上的援军迅速而有力地赶到,城内的人接应了他们,便轻易占领了大部分城墙。
§2.9.5τῶν δʼ ἐκ τῆς πόλεως ἀπαρασκεύως μὲν διὰ τὸ παράδοξον, ἐκθύμως δὲ βοηθούντων καὶ διαγωνιζομένων, συνέβη τοὺς Ἰλλυριοὺς ἐπὶ πολὺν χρόνον ἀντιποιησαμένους τέλος ἐκπεσεῖν ἐκ τῆς πόλεως.
尽管城内的居民因事发突然而毫无准备,但他们竭尽全力进行救援和战斗,结果伊利里亚人在坚守了很长时间后,最终还是被逐出了城外。
§2.9.6Ἐπιδάμνιοι μὲν οὖν ἐν ταύτῃ τῇ πράξει διὰ μὲν τὴν ὀλιγωρίαν ἐκινδύνευσαν ἀποβαλεῖν τὴν πατρίδα, διὰ δὲ τὴν εὐψυχίαν ἀβλαβῶς ἐπαιδεύθησαν πρὸς τὸ μέλλον.
因此,埃皮达姆诺斯人在这次事件中,一方面因自己的疏忽险些丧失祖国,另一方面却因自己的勇敢而毫发无损地汲取了面向未来的教训。
§2.9.7τῶν δʼ Ἰλλυριῶν οἱ προεστῶτες κατὰ σπουδὴν ἀναχθέντες καὶ συνάψαντες τοῖς προπλέουσι κατῆραν εἰς τὴν Κέρκυραν· καὶ ποιησάμενοι καταπληκτικὴν τὴν ἀπόβασιν ἐνεχείρησαν πολιορκεῖν τὴν πόλιν.
另一方面,伊利里亚人的指挥官们急忙启航,并与先前出发的船队会合,在科尔库拉登陆;他们在进行了一场令人震惊的登陆战后,便着手围攻该城。
§2.9.8ὧν συμβαινόντων οἱ Κερκυραῖοι δυσχρηστούμενοι καὶ δυσελπίστως διακείμενοι τοῖς ὅλοις ἐπρεσβεύοντο πρός τε τοὺς Ἀχαιοὺς καὶ τοὺς Αἰτωλούς, ἅμα δὲ τούτοις Ἀπολλωνιᾶται καὶ Ἐπιδάμνιοι, δεόμενοι σφίσι βοηθεῖν κατὰ σπουδὴν καὶ μὴ περιιδεῖν σφᾶς αὐτοὺς ἀναστάτους γενομένους ὑπὸ τῶν Ἰλλυριῶν.
在这些事情发生之际,科尔库拉人感到十分困窘,对全局感到绝望,便向阿凯亚人和埃托利亚人派遣了使节,与此同时,阿波罗尼亚人和埃皮达姆诺斯人也一同派使节前去,恳求他们迅速前来援助,不要坐视他们被伊利里亚人赶出家园而毁灭。
§2.9.9οἱ δὲ διακούσαντες τῶν πρέσβεων καὶ προσδεξάμενοι τοὺς λόγους ἐπλήρωσαν κοινῇ τὰς τῶν Ἀχαιῶν δέκα ναῦς καταφράκτους, καταρτίσαντες δʼ ἐν ὀλίγαις ἡμέραις ἔπλεον ἐπὶ τῆς Κερ
他们听取了使节们的陈述并接受了请求,共同装备了阿凯亚人的十艘甲板船,并在几天之内筹备就绪,航向科...

词汇与语法注释

  1. 2.9.3αὐτοῖς τοῖς περιζώμασιν — 代词“αὐτός”的与格与名词与格一致,表示伴随或“连同……一起”、“仅穿着……”的特殊用法。此处指他们为了不引起携带武器的怀疑,仅穿着内衣(下装)就进入了城内。
  2. 2.9.8μὴ περιιδεῖν σφᾶς αὐτοὺς ἀναστάτους γενομένους — 动词“περιορῶ”(坐视、纵容)后接宾格(σφᾶς αὐτούς)和分词(γενομένους),表示“不坐视他们自己遭受(毁灭/流离失所)”。不定词“περιιδεῖν”带否定词“μή”,作为请求动词“δεόμενοι”的宾语。

引用这一段

波利比奥斯, 历史 §2.9.1-2.9.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.9.1-2.9.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。