§2.8.1τοσοῦτον ἔκρινον ποιήσασθαι μνήμην.
私はこれほどの長さの言及を行うに留めることに決めた。
οἱ δʼ Ἰλλυριοὶ καὶ κατὰ τοὺς ἀνωτέρω μὲν χρόνους συνεχῶς ἠδίκουν τοὺς πλοϊζομένους ἀπʼ Ἰταλίας·
他方、イリュリア人たちは、以前の時期においても、イタリアから航海する人々を絶えず害していた。
§2.8.2καθʼ οὓς δὲ καιροὺς περὶ τὴν Φοινίκην διέτριβον, καὶ πλείους ἀπὸ τοῦ στόλου χωριζόμενοι πολλοὺς τῶν Ἰταλικῶν ἐμπόρων ἔσθʼ οὓς μὲν ἐσύλησαν, οὓς δʼ ἀπέσφαξαν, οὐκ ὀλίγους δὲ καὶ ζωγρίᾳ τῶν ἁλισκομένων ἀνῆγον.
彼らがポイニケの周辺に滞在していた時期には、艦隊から離れた多くの者たちが、多くのイタリアの商人たちを、ある者は略奪し、ある者は虐殺し、少なくない人々を生け捕りにして連れ去った。
§2.8.3οἱ δὲ Ῥωμαῖοι παρακούοντες τὸν πρὸ τοῦ χρόνον τῶν ἐγκαλούντων τοῖς Ἰλλυριοῖς, τότε καὶ πλειόνων ἐπελθόντων ἐπὶ τὴν σύγκλητον, κατέστησαν πρεσβευτὰς εἰς τὴν Ἰλλυρίδα τοὺς ἐπίσκεψιν ποιησομένους περὶ τῶν προειρημένων Γάϊον καὶ Λεύκιον Κορογκανίους.
ローマ人は、それ以前の時期にはイリュリア人を告発する人々の言葉を聞き流していたが、その時にはより多くの人々が元老院に訴え出たため、前述の事柄について調査を行わせるために、ガイウスとルキウスのコロンカニウス兄弟を使節としてイリュリアへ派遣した。
§2.8.4ἡ δὲ Τεύτα, καταπλευσάντων πρὸς αὐτὴν τῶν ἐκ τῆς Ἠπείρου λέμβων, καταπλαγεῖσα τὸ πλῆθος καὶ τὸ κάλλος τῆς ἀγομένης κατασκευῆς — πολὺ γὰρ ἡ Φοινίκη διέφερε τότε τῶν κατὰ τὴν Ἤπειρον πόλεων εὐδαιμονίᾳ — διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῶν Ἑλλήνων ἀδικίαν.
テウタは、エペイロスから快速船が彼女のもとに帰港したとき、運ばれてきた資財の量と美しさに驚嘆し――というのも、当時ポイニケはエペイロスの諸都市の中で繁栄において大いに抜きん出ていたからである――ギリシア人に対する不義へと、二倍も勢いづいた。
§2.8.5οὐ μὴν ἀλλὰ τότε μὲν ἐπέσχεν διὰ τὰς ἐγχωρίους ταραχάς, καταστησαμένη δὲ ταχέως τὰ κατὰ τοὺς ἀποστάντας Ἰλλυριοὺς ἐπολιόρκει τὴν Ἴσσαν διὰ τὸ ταύτην ἔτι μόνην ἀπειθεῖν αὐτῇ.
しかしながら、当時は国内の動乱のために思いとどまったが、反乱を起こしたイリュリア人に関する事態を迅速に鎮めると、イッサがまだ唯一彼女に従わずにいたため、これを包囲した。
§2.8.6κατὰ δὲ τὸν καιρὸν τοῦτον κατέπλευσαν οἱ τῶν Ῥωμαίων πρέσβεις·
この時にローマの使節たちが船で到着した。
καὶ δοθέντος αὐτοῖς καιροῦ πρὸς ἔντευξιν διελέγοντο περὶ τῶν εἰς αὐτοὺς γεγονότων ἀδικημάτων.
そして謁見の機会が彼らに与えられると、自分たちに対して行われた不法行為について抗議した。
§2.8.7ἡ δὲ Τεύτα καθόλου μὲν παρʼ ὅλην τὴν κοινολογίαν ἀγερώχως καὶ λίαν ὑπερηφάνως αὐτῶν διήκουεν.
テウタは会談の全般にわたり、終始傲慢かつ極めて不遜な態度で彼らの言うことに耳を傾けていた。
§2.8.8καταπαυσάντων δὲ τὸν λόγον, κοινῇ μὲν ἔφη πειρᾶσθαι φροντίζειν ἵνα μηδὲν ἀδίκημα γίνηται Ῥωμαίοις ἐξ Ἰλλυριῶν·
彼らが話を終えると、国家としてはイリュリア人からローマ人にいかなる不法行為も及ばぬよう配慮に努める、と彼女は言った。
ἰδίᾳ γε μὴν οὐ νόμιμον εἶναι τοῖς βασιλεῦσι κωλύειν Ἰλλυριοῖς τὰς κατὰ θάλατταν ὠφελείας.
しかし、私的には、支配者たちにとって、イリュリア人が海から利益を得るのを妨げることは慣行に反することである、と。
§2.8.9ὁ δὲ νεώτερος τῶν πρεσβευτῶν δυσχεράνας ἐπὶ τοῖς εἰρημένοις ἐχρήσατο παρρησίᾳ καθηκούσῃ μέν, οὐδαμῶς δὲ πρὸς καιρόν.
使節のうちの若い方が、言われたことに憤慨し、正当ではあるが、全く時宜を得ない率直な言葉を用いた。
εἶπεν γὰρ ὅτι Ῥωμαίοις μέν,
なぜなら、彼はこう言ったからである。
§2.8.10ὦ Τεύτα, κάλλιστον ἔθος ἐστὶ τὰ κατʼ ἰδίαν ἀδικήματα κοινῇ μεταπορεύεσθαι καὶ βοηθεῖν τοῖς ἀδικουμένοις·
「ローマ人にとって、テウタよ、私的な不法行為を国家として追及し、不当な扱いを受けた者たちを援助することは、最も優れた習慣なのです。
§2.8.11πειρασόμεθα δὴ θεοῦ βουλομένου σφόδρα καὶ ταχέως ἀναγκάσαι σε τὰ βασιλικὰ νόμιμα διορθώσασθαι πρὸς Ἰλλυριούς.
私たちは神の望みのもと、あなたがイリュリア人に対する君主としての慣行を改めるよう、強力にかつ速やかに強制することに努めましょう。
§2.8.12ἡ δὲ γυναικοθύμως καὶ ἀλογίστως δεξαμένη τὴν παρρησίαν ἐπὶ τοσοῦτον ἐξωργίσθη πρὸς τὸ ῥηθὲν ὡς ὀλιγωρήσασα τῶν παρʼ ἀνθρώποις ὡρισμένων δικαίων ἀποπλέουσιν αὐτοῖς ἐπαποστεῖλαί τινας τὸν παρρησιασάμενον τῶν πρέσβεων ἀποκτεῖναι.
」彼女は、女性らしい激しさと無分別さをもってその率直な言葉を受け止め、その発言に対して非常に激怒したため、人間の間で定められた国際法を無視し、彼らが船で去る際、使節のうちのその率直に語った者を殺害するために、何者かを後から派遣した。
§2.8.13προσπεσόντος δὲ τοῦ γεγονότος εἰς τὴν Ῥώμην, διοργισθέντες ἐπὶ τῇ παρανομίᾳ τῆς γυναικὸς εὐθέως περὶ παρασκευὴν ἐγίνοντο καὶ στρατόπεδα κατέγραφον καὶ στόλον συνήθροιζον.
この出来事がローマに伝わると、彼らはその女の不法行為に激怒し、直ちに準備に取りかかり、軍団を徴募し、艦隊を集結させた。