§2.59.1πάλιν Ἀριστόμαχον τὸν Ἀργεῖόν φησιν, ἄνδρα τῆς ἐπιφανεστάτης οἰκίας ὑπάρχοντα καὶ τετυραννηκότα μὲν Ἀργείων, πεφυκότα δʼ ἐκ τυράννων, ὑποχείριον Ἀντιγόνῳ καὶ τοῖς Ἀχαιοῖς γενόμενον εἰς Κεγχρεὰς ἀπαχθῆναι καὶ στρεβλούμενον ἀποθανεῖν, ἀδικώτατα καὶ δεινότατα παθόντα πάντων ἀνθρώπων.
また(フュラルコスは)アルゴス人アリストマコスについて、きわめて著名な家系の出身であり、アルゴス人の僭主をつとめ、僭主の血を引く者であったが、アンティゴノスとアカイア人の手に落ちてケンクレアイに連行され、拷問を受けて死亡した、全人類の中で最も不当かつ最も恐ろしい目に遭ったのだと述べている。
§2.59.2τηρῶν δὲ καὶ περὶ ταύτην τὴν πρᾶξιν ὁ συγγραφεὺς τὸ καθʼ αὑτὸν ἰδίωμα φωνάς τινας πλάττει διὰ τῆς νυκτὸς αὐτοῦ στρεβλουμένου προσπιπτούσας τοῖς σύνεγγυς κατοικοῦσιν, ὧν τοὺς μὲν ἐκπληττομένους τὴν ἀσέβειαν, τοὺς δʼ ἀπιστοῦντας, τοὺς δʼ ἀγανακτοῦντας ἐπὶ τοῖς γινομένοις προστρέχειν πρὸς τὴν οἰκίαν φησίν.
この出来事に関しても、この歴史家は自らの特徴を維持して、彼が夜中に拷問を受けている間に、近くに住む人々に聞こえてきたといういくつかの声をでっち上げている。 そのうちのある者はその不敬さに驚愕し、ある者は信じられず、またある者は起こっていることに憤慨して、その家に向かって駆け寄った、と彼は言う。
§2.59.3περὶ μὲν οὖν τῆς τοιαύτης τερατείας παρείσθω·
したがって、このような怪異の作り話については、これ以上触れないでおこう。
δεδήλωται γὰρ ἀρκούντως.
すでに十分に明らかにされたからである。
§2.59.4ἐγὼ δʼ Ἀριστόμαχον, εἰ καὶ μηδὲν εἰς τοὺς Ἀχαιοὺς ἕτερον ἥμαρτεν, κατά γε τὴν τοῦ βίου προαίρεσιν καὶ τὴν εἰς πατρίδα παρανομίαν τῆς μεγίστης ἄξιον κρίνω τιμωρίας.
しかし私はアリストマコスについて、仮に彼がアカイア人に対して他に何の過ちも犯していなかったとしても、少なくともその生涯の志向と祖国に対する無法行為のゆえに、最大の罰を受けるに値すると判断する。
§2.59.5καίπερ ὁ συγγραφεὺς βουλόμενος αὔξειν αὐτοῦ τὴν δόξαν καὶ παραστήσασθαι τοὺς ἀκούοντας εἰς τὸ μᾶλλον αὐτῷ συναγανακτεῖν ἐφʼ οἷς ἔπαθεν οὐ μόνον αὐτόν φησι γεγονέναι τύραννον, ἀλλὰ καὶ ἐκ τυράννων πεφυκέναι.
歴史家は彼の名声を高め、聞き手を彼が受けた仕打ちに対してよりいっそう憤慨させようと望んでいるにもかかわらず、彼自身が僭主であっただけでなく、僭主の子孫でもあったと述べている。
§2.59.6ταύτης δὲ μείζω κατηγορίαν ἢ πικροτέραν οὐδʼ ἂν εἰπεῖν ῥᾳδίως δύναιτʼ οὐδείς.
これより大きな、あるいは辛辣な告発は、誰であれ容易に口にすることはできないだろう。
αὐτὸ γὰρ τοὔνομα περιέχει τὴν ἀσεβεστάτην ἔμφασιν καὶ πάσας περιείληφε τὰς ἐν ἀνθρώποις ἀδικίας καὶ παρανομίας.
なぜなら、「僭主」という名そのものが最も不敬な意味合いを含んでおり、人間の間におけるあらゆる不正と無法を包摂しているからである。
§2.59.7Ἀριστόμαχος δʼ εἰ τὰς δεινοτάτας ὑπέμεινε τιμωρίας, ὡς οὗτός φησιν, ὅμως οὐχ ἱκανὴν ἔδωκεν δίκην μιᾶς ἡμέρας,
アリストマコスは、もし彼が言うように、最も恐ろしい罰を被ったのだとしても、それでも、ある一日のことに対して十分な罰を支払ったとは言えない。
§2.59.8ἐν ᾗ παρεισπεσόντος εἰς τὴν πόλιν Ἀράτου μετὰ τῶν Ἀχαιῶν καὶ μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείναντος ὑπὲρ τῆς Ἀργείων ἐλευθερίας, τέλος δʼ ἐκπεσόντος διὰ τὸ μηδένα συγκινηθῆναι τῶν ἔσωθεν αὐτῷ ταξαμένων διὰ τὸν ἀπὸ τοῦ τυράννου φόβον, §2.59.9Ἀριστόμαχος ἀφορμῇ ταύτῃ καὶ προφάσει χρησάμενος, ὥς τινων συνειδότων τὰ περὶ τὴν εἴσοδον τῶν Ἀχαιῶν, ὀγδοήκοντα τοὺς πρώτους τῶν πολιτῶν οὐδὲν ἀδικήσαντας στρεβλώσας ἐναντίον τῶν ἀναγκαίων κατέσφαξεν.
その日、アラトスがアカイア人たちを率いて都市に侵入し、アルゴスの自由のために大きな闘争と危険を耐え抜いたものの、結局は、僭主への恐怖のゆえに内部で彼に同調することを約束していた者たちが誰も動かなかったために、撃退されたのだが、アリストマコスはこの機会と口実を利用し、何人かがアカイア人の侵入を知っていたとして、最も主要な市民八十人を、何ら罪を犯していないにもかかわらず、彼らの親族の面前で拷問にかけた上で虐殺したのである。
§2.59.10παρίημι τὰ παρʼ ὅλον τὸν βίον αὐτοῦ καὶ
私は、彼の生涯を通じての他の行為や……については省略する。