Humanitext Reader

波利比奥斯 · 历史 §2.59.1-2.59.10

批判菲拉尔科斯对僭主阿里斯托马科斯之死的描述

第 147 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯批评菲拉尔科斯对阿耳戈斯僭主阿里斯托马科斯之死所作的戏剧性描述与谎言,指出阿里斯托马科斯实际上是一个因屠杀无辜公民而理应受到严惩的残酷僭主。

§2.59.1πάλιν Ἀριστόμαχον τὸν Ἀργεῖόν φησιν, ἄνδρα τῆς ἐπιφανεστάτης οἰκίας ὑπάρχοντα καὶ τετυραννηκότα μὲν Ἀργείων, πεφυκότα δʼ ἐκ τυράννων, ὑποχείριον Ἀντιγόνῳ καὶ τοῖς Ἀχαιοῖς γενόμενον εἰς Κεγχρεὰς ἀπαχθῆναι καὶ στρεβλούμενον ἀποθανεῖν, ἀδικώτατα καὶ δεινότατα παθόντα πάντων ἀνθρώπων.
他又说,阿耳戈斯人阿里斯托马科斯,出身于最显赫的家族,曾任阿耳戈斯人的僭主,且本身就生于僭主之家,落入安提柯和阿开亚人之手后,被带到肯克里亚并在酷刑中死去,遭受了全人类中最不公正、最可怕的境遇。
§2.59.2τηρῶν δὲ καὶ περὶ ταύτην τὴν πρᾶξιν ὁ συγγραφεὺς τὸ καθʼ αὑτὸν ἰδίωμα φωνάς τινας πλάττει διὰ τῆς νυκτὸς αὐτοῦ στρεβλουμένου προσπιπτούσας τοῖς σύνεγγυς κατοικοῦσιν, ὧν τοὺς μὲν ἐκπληττομένους τὴν ἀσέβειαν, τοὺς δʼ ἀπιστοῦντας, τοὺς δʼ ἀγανακτοῦντας ἐπὶ τοῖς γινομένοις προστρέχειν πρὸς τὴν οἰκίαν φησίν.
这位历史学家在对待这起事件时也保持了他特有的写作风格,捏造了某些在夜间他受审时传到附近居民耳中的声音,据他说,其中有些人因这种不敬而震惊,有些人不信,有些人则对正在发生的事情感到愤慨,从而奔向那所房子。
§2.59.3περὶ μὲν οὖν τῆς τοιαύτης τερατείας παρείσθω· δεδήλωται γὰρ ἀρκούντως.
因此,关于这种荒诞的捏造就此搁置,因为这已经得到了充分的揭露。
§2.59.4ἐγὼ δʼ Ἀριστόμαχον, εἰ καὶ μηδὲν εἰς τοὺς Ἀχαιοὺς ἕτερον ἥμαρτεν, κατά γε τὴν τοῦ βίου προαίρεσιν καὶ τὴν εἰς πατρίδα παρανομίαν τῆς μεγίστης ἄξιον κρίνω τιμωρίας.
但我认为,阿里斯托马科斯即使对阿开亚人没有犯下其他过错,单凭他一生的行为抉择以及对祖国的违法暴政,也理应受到最严厉的惩罚。
§2.59.5καίπερ ὁ συγγραφεὺς βουλόμενος αὔξειν αὐτοῦ τὴν δόξαν καὶ παραστήσασθαι τοὺς ἀκούοντας εἰς τὸ μᾶλλον αὐτῷ συναγανακτεῖν ἐφʼ οἷς ἔπαθεν οὐ μόνον αὐτόν φησι γεγονέναι τύραννον, ἀλλὰ καὶ ἐκ τυράννων πεφυκέναι.
尽管这位历史学家试图夸大他的名望,并引导听众因他所遭受的痛苦而对他产生更多的同情和愤慨,但他不仅说此人自己成了僭主,而且还说他生于僭主之家。
§2.59.6ταύτης δὲ μείζω κατηγορίαν ἢ πικροτέραν οὐδʼ ἂν εἰπεῖν ῥᾳδίως δύναιτʼ οὐδείς.
任何人都不可能轻易说出比这更大、更辛辣的指控了。
αὐτὸ γὰρ τοὔνομα περιέχει τὴν ἀσεβεστάτην ἔμφασιν καὶ πάσας περιείληφε τὰς ἐν ἀνθρώποις ἀδικίας καὶ παρανομίας.
因为这个名字本身就包含了最不敬的含义,并包揽了人类中一切的不正义和违法行为。
§2.59.7Ἀριστόμαχος δʼ εἰ τὰς δεινοτάτας ὑπέμεινε τιμωρίας, ὡς οὗτός φησιν, ὅμως οὐχ ἱκανὴν ἔδωκεν δίκην μιᾶς ἡμέρας, §2.59.8ἐν ᾗ παρεισπεσόντος εἰς τὴν πόλιν Ἀράτου μετὰ τῶν Ἀχαιῶν καὶ μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείναντος ὑπὲρ τῆς Ἀργείων ἐλευθερίας, τέλος δʼ ἐκπεσόντος διὰ τὸ μηδένα συγκινηθῆναι τῶν ἔσωθεν αὐτῷ ταξαμένων διὰ τὸν ἀπὸ τοῦ τυράννου φόβον, §2.59.9Ἀριστόμαχος ἀφορμῇ ταύτῃ καὶ προφάσει χρησάμενος, ὥς τινων συνειδότων τὰ περὶ τὴν εἴσοδον τῶν Ἀχαιῶν, ὀγδοήκοντα τοὺς πρώτους τῶν πολιτῶν οὐδὲν ἀδικήσαντας στρεβλώσας ἐναντίον τῶν ἀναγκαίων κατέσφαξεν.
即使阿里斯托马科斯如这人所说承受了最可怕的刑罚,他也依然未能为那一天的事情付出足够的代价—— 在那一天,阿拉图斯率领阿开亚人潜入城内,为了阿耳戈斯人的自由经历了巨大的斗争和危险,但最终由于城内那些与他约定好的人因惧怕僭主而无一响应,他被迫撤退;阿里斯托马科斯利用这一契机和借口,声称某些人对阿开亚人的侵入知情,便将八十名毫无过错的首要公民在其亲属面前施以酷刑并予以屠杀。
§2.59.10παρίημι τὰ παρʼ ὅλον τὸν βίον αὐτοῦ καὶ
我姑且略过他一生中的其他行径以及……

词汇与语法注释

  1. §2.59.1πάλιν Ἀριστόμαχον τὸν Ἀργεῖόν φησιν ... ἀπαχθῆναι καὶ στρεβλούμενον ἀποθανεῖν — 由主动词 φησίν 引导的带对格的不定式结构(间接引语),其中阿里斯托马科斯(Ἀριστόμαχον)是其逻辑主语。不定式 ἀπαχθῆναι(被带走)和 ἀποθανεῖν(死去)均隶属于该结构,以间接引语的形式呈现菲拉尔科斯的叙述。
  2. §2.59.2αὐτοῦ στρεβλουμένου — 属格独立结构。代词 αὐτοῦ 指代阿里斯托马科斯,与现在分词 στρεβλουμένου 连用,表示时间背景(“在他受酷刑时”)。
  3. §2.59.5καίπερ ὁ συγγραφεὺς βουλόμενος — 让步连词 καίπερ 与分词 βουλόμενος(期望)连用。波里比乌斯在此强调了一种反讽:尽管历史学家意图为阿里斯托马科斯辩护并博取同情,但实际上却自己说出了其“生于僭主之家”这一事实,而这恰恰构成了最严重的指控(§2.59.6)。
  4. §2.59.8ἐν ᾗ παρεισπεσόντος ... Ἀριστόμαχος ἀφορμῇ ταύτῃ ... κατέσφαξεν — 在 §2.59.8 中以 ἐν ᾗ(“在这一天”)开始的关系从句内部,嵌套了多个描绘阿拉图斯潜入和撤退的属格独立结构(παρεισπεσόντος ... ὑπομείναντος ... ἐκπεσόντος ...)。经过这一长串的插入后,§2.59.9 引入了主语 Ἀριστόμαχος,并最终与该从句的主动词 κατέσφαξεν(屠杀)相关联,构成了一个结构极为复杂的超前置(hyperbaton)与离隔句式。

引用这一段

波利比奥斯, 历史 §2.59.1-2.59.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.59.1-2.59.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。