§2.58.1θρωπίαν.
愛のおかげであった。
μετὰ δὲ ταῦτα προορώμενοι τὰς ἐν αὑτοῖς στάσεις καὶ τὰς ὑπʼ Αἰτωλῶν καὶ Λακεδαιμονίων ἐπιβουλάς, πρεσβεύσαντες πρὸς τοὺς Ἀχαιοὺς ἠξίωσαν δοῦναι παραφυλακὴν αὑτοῖς.
その後、彼らは自国内の派争や、アイトリア人およびラケダイモン人による陰謀を予見し、アカイア人のもとへ使節を送って、自国に守備隊を派遣してくれるよう求めた。
§2.58.2οἱ δὲ πεισθέντες ἀπεκλήρωσαν ἐξ αὑτῶν τριακοσίους ἄνδρας·
アカイア人たちは説得を受け入れ、自分たちの中から三百人の男をくじで選んだ。
ὧν οἱ λαχόντες ὥρμησαν, ἀπολιπόντες τὰς ἰδίας πατρίδας καὶ τοὺς βίους, καὶ διέτριβον ἐν Μαντινείᾳ, παραφυλάττοντες τὴν ἐκείνων ἐλευθερίαν ἅμα καὶ σωτηρίαν.
くじに当たった者たちは、自らの祖国と生計を後にして出発し、マンティネイアに滞在して、彼らの自由と安全を同時に守った。
§2.58.3σὺν δὲ τούτοις καὶ μισθοφόρους διακοσίους ἐξέπεμψαν, οἳ μετὰ τῶν Ἀχαιῶν συνδιετήρουν τὴν ὑποκειμένην αὐτοῖς κατάστασιν.
これらに加えて、彼らは二百人の傭兵も派遣し、彼らはアカイア人たちとともに、彼らのもとに敷かれていた体制を維持した。
§2.58.4μετʼ οὐ πολὺ δὲ στασιάσαντες πρὸς σφᾶς οἱ Μαντινεῖς καὶ Λακεδαιμονίους ἐπισπασάμενοι τήν τε πόλιν ἐνεχείρισαν καὶ τοὺς παρὰ τῶν Ἀχαιῶν διατρίβοντας παρʼ αὑτοῖς κατέσφαξαν·
しかし、それから間もなくして、マンティネイア市民たちは内紛を起こし、ラケダイモン人を引き入れて都市を引き渡し、アカイア人から派遣されて自国に滞在していた者たちを虐殺した。
οὗ μεῖζον παρασπόνδημα καὶ δεινότερον οὐδʼ εἰπεῖν εὐμαρές.
これ以上の裏切り行為、またこれ以上に恐ろしい行いは、語ることさえ容易ではない。
§2.58.5ἐπειδὴ γὰρ ἔδοξε σφίσι καθόλου τὴν πρὸς τὸ ἔθνος χάριν καὶ φιλίαν ἀθετεῖν, τῶν γε προειρημένων ἀνδρῶν ἐχρῆν δήπου φεισαμένους ἐᾶσαι πάντας ὑποσπόνδους ἀπελθεῖν·
というのも、彼らが同盟全体に対する感謝と友好の情を破棄することを決めたとしても、少なくとも上述の男たちだけは、当然、寛大に扱って休戦条約のもとに全員を立ち去らせるべきであったからである。
§2.58.6τοῦτο γὰρ καὶ τοῖς πολεμίοις ἔθος ἐστὶ συγχωρεῖσθαι κατὰ τοὺς κοινοὺς τῶν ἀνθρώπων νόμους.
なぜなら、これは敵同士であっても、人類共通の法に従って認められるのが慣例だからである。
§2.58.7οἱ δʼ ἵνα Κλεομένει καὶ Λακεδαιμονίοις ἱκανὴν παράσχωνται πίστιν πρὸς τὴν ἐνεστῶσαν ἐπιβολήν, τὰ κοινὰ τῶν ἀνθρώπων δίκαια παραβάντες τὸ μέγιστον ἀσέβημα κατὰ προαίρεσιν ἐπετέλεσαν.
しかし、彼らはクレオメネスとラケダイモン人に対して、目前の企てに向けた十分な確証を与えるため、人類共通の正義を踏みにじり、自らの意図によって最大の不敬の罪を犯したのである。
§2.58.8τὸ γὰρ τούτων αὐτόχειρας γενέσθαι καὶ τιμωροὺς οἵτινες πρότερον μὲν κατὰ κράτος λαβόντες αὐτοὺς ἀθῴους ἀφῆκαν, τότε δὲ τὴν ἐκείνων ἐλευθερίαν καὶ σωτηρίαν ἐφύλαττον, πηλίκης ὀργῆς ἐστιν ἄξιον;
かつて自分たちを武力で捕らえながらも無傷で釈放してくれ、当時は彼らの自由と安全を守っていた人々に対し、自らの手で彼らの処刑人となり復讐者となったことは、どれほど大きな怒りに値することであろうか。
§2.58.9τί δʼ ἂν παθόντες οὗτοι δίκην δόξαιεν ἁρμόζουσαν δεδωκέναι;
彼らがどのような目に遭えば、ふさわしい罰を受けたと思われるだろうか。
τυχὸν ἴσως εἴποι τις ἄν, πραθέντες μετὰ τέκνων καὶ γυναικῶν, ἐπεὶ κατεπολεμήθησαν.
おそらく、「彼らが戦争で打ち負かされたときに、妻や子供とともに売り飛ばされることだ」と言う者がいるかもしれない。
§2.58.10ἀλλὰ τοῦτό γε καὶ τοῖς μηθὲν ἀσεβὲς ἐπιτελεσαμένοις κατὰ τοὺς τοῦ πολέμου νόμους ὑπόκειται παθεῖν.
しかし、これほどのことは、不敬なことを全く犯さなかった人々であっても、戦争の法に従って被る運命として定められている。
οὐκοῦν ὁλοσχερεστέρας τινὸς καὶ μείζονος τυχεῖν ἦσαν ἄξιοι τιμωρίας,
したがって彼らは、より徹底した、より大きな罰を受けるに値したのである。
§2.58.11ὥστʼ εἴπερ ἔπαθον ἃ Φύλαρχός φησιν, οὐκ ἔλεον εἰκὸς ἦν συνεξακολουθεῖν αὐτοῖς παρὰ τῶν Ἑλλήνων, ἔπαινον δὲ καὶ συγκατάθεσιν μᾶλλον τοῖς πράττουσι καὶ μεταπορευομένοις τὴν ἀσέβειαν αὐτῶν.
それゆえ、もし彼らがフュラルコスの言うような目に遭ったのだとしても、ギリシア人から彼らに対して哀れみが寄せられるのは当然ではなく、むしろそれを実行し、彼らの不敬を追及した者たちに対する称賛と承認こそが寄せられるべきであった。
§2.58.12ἀλλʼ ὅμως οὐδενὸς περαιτέρω συνεξακολουθήσαντος Μαντινεῦσι κατὰ τὴν περιπέτειαν πλὴν τοῦ διαρπαγῆναι τοὺς βίους καὶ πραθῆναι τοὺς ἐλευθέρους, ὁ συγγραφεὺς αὐτῆς τῆς τερατείας χάριν οὐ μόνον ψεῦδος εἰσήνεγκε τὸ ὅλον, §2.58.13ἀλλὰ καὶ τὸ ψεῦδος ἀπίθανον, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀγνοίας οὐδὲ τὸ παρακείμενον ἠδυνήθη συνεπιστῆσαι, πῶς οἱ αὐτοὶ κατὰ τοὺς αὐτοὺς καιροὺς κυριεύσαντες Τεγεατῶν κατὰ κράτος οὐδὲν τῶν ὁμοίων ἔπραξαν.
だがそれにもかかわらず、この災厄においてマンティネイア市民たちに起こったことは、財産の略奪と自由市民の売却以外にそれ以上のものは何もなかったというのに、歴史家は、ただ怪奇な作り話をしたいがために、全体として嘘を導入しただけでなく、その嘘は説得力に欠け、さらには極度の無知のために、目の前にある事実、すなわち同じ人々が同じ時期にテゲアの人々を武力で支配した際には、同様のことを何一つ行わなかったという事実にさえ気づくことができなかった。
§2.58.14καίτοι γʼ εἰ μὲν ἡ τῶν πραττόντων ὠμότης ἦν αἰτία, καὶ τούτους εἰκὸς ἦν πεπονθέναι ταὐτὰ τοῖς ὑπὸ τὸν αὐτὸν ὑποπεπτωκόσι καιρόν.
しかし、もし実行した者たちの残虐さが原因であったなら、同じ時期に支配下に陥ったテゲアの人々も、同様の目に遭ったはずである。
§2.58.15εἰ δὲ περὶ μόνους γέγονε Μαντινεῖς ἡ διαφορά, φανερὸν ὅτι καὶ τὴν αἰτίαν τῆς ὀργῆς ἀνάγκη διαφέρουσαν γεγονέναι περὶ τούτους.
もしその違いがマンティネイア市民だけに生じたのであれば、彼らに対する怒りの原因もまた異なっていたに違いないことは明らかである。