§2.38.1πρῶτον δέ, πῶς ἐπεκράτησε καὶ τίνι τρόπῳ τὸ τῶν Ἀχαιῶν ὄνομα κατὰ πάντων Πελοποννησίων, οὐκ ἄχρηστον μαθεῖν.
まず、どのようにして、またいかなる方法で、アカイア人の名がすべてのペロポネソス人に対して優勢になったのかを知ることは無益ではない。
§2.38.2οὔτε γὰρ χώρας καὶ πόλεων πλήθει διαφέρουσιν οἱ πάτριον ἐξ ἀρχῆς ἔχοντες τὴν προσηγορίαν ταύτην οὔτε πλούτοις οὔτε ταῖς τῶν ἀνδρῶν ἀρεταῖς.
なぜなら、この呼称を当初から父祖伝来のものとして有している人々(本来のアカイア人)は、領土や都市の多さにおいても、富においても、あるいは人々の優れた気質においても、傑出しているわけではないからである。
§2.38.3τό τε γὰρ τῶν Ἀρκάδων ἔθνος, ὁμοίως δὲ καὶ τὸ τῶν Λακώνων πλήθει μὲν ἀνδρῶν καὶ χώρας οὐδὲ παρὰ μικρὸν ὑπερέχει· καὶ μὴν οὐδὲ τῶν τῆς ἀνδραγαθίας πρωτείων οὐδενὶ τῶν Ἑλλήνων οἷοί τʼ εἰσὶν οὐδέποτε παραχωρεῖν οἱ προειρημένοι.
アルカディア人の民族も、同様にラコニア人の民族も、人口と領土の点では彼らを少なからず凌駕しており、さらに、前述の者たちが、武勇の第一位をギリシア人の誰に対しても譲り渡すことなど、決してあり得ないからである。
§2.38.4πῶς οὖν καὶ διὰ τί νῦν εὐδοκοῦσιν οὗτοί τε καὶ τὸ λοιπὸν πλῆθος τῶν Πελοποννησίων, ἅμα τὴν πολιτείαν τῶν Ἀχαιῶν καὶ τὴν προσηγορίαν μετειληφότες;
では、いかにして、またなぜ、現在彼らやペロポネソス人の残りの大衆は、アカイア人の国制と呼称を同時に受け入れて満足しているのだろうか。
§2.38.5δῆλον ὡς τύχην μὲν λέγειν οὐδαμῶς ἂν εἴη πρέπον·
これが運命によるものであると言うのは決して適切ではないことは明らかである。
φαῦλον γάρ·
なぜならそれは安易な説明だからである。
αἰτίαν δὲ μᾶλλον ζητεῖν.
むしろ原因を探求すべきである。
χωρὶς γὰρ ταύτης οὔτε τῶν κατὰ λόγον οὔτε τῶν παρὰ λόγον εἶναι δοκούντων οὐδὲν οἷόν τε συντελεσθῆναι.
原因なしには、理にかなったことと思われることも、理に反することと思われることも、何一つ達成され得ないからである。
ἔστι δʼ οὖν, ὡς ἐμὴ δόξα, τοιαύτη τις.
ともかく、私の考えでは、その原因は次のようなものである。
§2.38.6ἰσηγορίας καὶ παρρησίας καὶ καθόλου δημοκρατίας ἀληθινῆς σύστημα καὶ προαίρεσιν εἰλικρινεστέραν οὐκ ἂν εὕροι τις τῆς παρὰ τοῖς Ἀχαιοῖς ὑπαρχούσης.
発言の平等と信条表明の自由、そして総じて真の民主政の制度と、より純粋な基本方針を、アカイア人のもとに存在するものを除いて、人は他に見出すことができないであろう。
§2.38.7αὕτη τινὰς μὲν ἐθελοντὴν αἱρετιστὰς εὗρε Πελοποννησίων, πολλοὺς δὲ πειθοῖ καὶ λόγῳ προσηγάγετο·
この方針は、ペロポネソス人のうち一部の人々を自発的な支持者として見出し、また多くの人々を説得と言論によって引き入れた。
τινὰς δὲ βιασαμένη σὺν καιρῷ παραχρῆμα πάλιν εὐδοκεῖν ἐποίησεν αὑτῇ τοὺς ἀναγκασθέντας.
また、一部の人々に対しては、好機において強制したものの、そのように強制された者たちを即座に再び自らに満足させたのである。
§2.38.8οὐδενὶ γὰρ οὐδὲν ὑπολειπομένη πλεονέκτημα τῶν ἐξ ἀρχῆς, ἴσα δὲ πάντα ποιοῦσα τοῖς ἀεὶ προσλαμβανομένοις ταχέως καθικνεῖτο τῆς προκειμένης ἐπιβολῆς, δύο συνεργοῖς χρωμένη τοῖς ἰσχυροτάτοις, ἰσότητι καὶ φιλανθρωπίᾳ.
なぜなら、当初からのメンバーに何ら特権を残さず、新たに加わる人々に対してもすべてを平等にすることで、最も強力な二つの協力者、すなわち『平等』と『人間愛』を用いながら、提起された目標を速やかに達成したからである。
§2.38.9διὸ ταύτην ἀρχηγὸν καὶ παραίτιον ἡγητέον τοῦ συμφρονήσαντας Πελοποννησίους τὴν ὑπάρχουσαν αὐτοῖς εὐδαιμονίαν καταστήσασθαι.
それゆえ、アカイア人の国制こそが、ペロポネソス人たちが一致団結して、彼らに現在ある幸福を樹立するに至った主因であり一因であるとみなさねばならない。
§2.38.10τὰ μὲν οὖν τῆς προαιρέσεως καὶ τὸ τῆς πολιτείας ἰδίωμα τὸ νῦν εἰρημένον καὶ πρότερον ὑπῆρχε παρὰ τοῖς Ἀχαιοῖς.
さて、このような基本方針の特徴や国制の独自性は、以前からもアカイア人のもとに存在していた。
§2.38.11δῆλον δὲ τοῦτο καὶ διʼ ἑτέρων μὲν πλειόνων, πρὸς δὲ τὸ παρὸν ἀρκέσει πίστεως χάριν ἓν ἢ καὶ δεύτερον ληφθὲν μαρτύριον.
このことは、他の多くのことからも明らかであるが、差し当たり確証のためには、一つか二つの証拠を挙げるだけで十分であろう。