§2.38.1πρῶτον δέ, πῶς ἐπεκράτησε καὶ τίνι τρόπῳ τὸ τῶν Ἀχαιῶν ὄνομα κατὰ πάντων Πελοποννησίων, οὐκ ἄχρηστον μαθεῖν.
首先,了解阿开亚人的名字是如何以及以何种方式在所有伯罗奔尼撒人中占了上风,并非无益之举。
§2.38.2οὔτε γὰρ χώρας καὶ πόλεων πλήθει διαφέρουσιν οἱ πάτριον ἐξ ἀρχῆς ἔχοντες τὴν προσηγορίαν ταύτην οὔτε πλούτοις οὔτε ταῖς τῶν ἀνδρῶν ἀρεταῖς.
因为那些自始就将这一称呼作为祖传之物的人,无论是在领土的广阔和城市的数量上,还是在财富上,亦或是在其人民的美德上,都并不出众。
§2.38.3τό τε γὰρ τῶν Ἀρκάδων ἔθνος, ὁμοίως δὲ καὶ τὸ τῶν Λακώνων πλήθει μὲν ἀνδρῶν καὶ χώρας οὐδὲ παρὰ μικρὸν ὑπερέχει· καὶ μὴν οὐδὲ τῶν τῆς ἀνδραγαθίας πρωτείων οὐδενὶ τῶν Ἑλλήνων οἷοί τʼ εἰσὶν οὐδέποτε παραχωρεῖν οἱ προειρημένοι.
因为阿卡迪亚民族,以及拉哥尼亚民族,在人口和领土上都绝非微弱地超越他们;而且,上述两族在英勇的冠冕上,也绝不可能对希腊人中的任何一族拱手相让。
§2.38.4πῶς οὖν καὶ διὰ τί νῦν εὐδοκοῦσιν οὗτοί τε καὶ τὸ λοιπὸν πλῆθος τῶν Πελοποννησίων, ἅμα τὴν πολιτείαν τῶν Ἀχαιῶν καὶ τὴν προσηγορίαν μετειληφότες;
那么,这些人以及伯罗奔尼撒人的其余大众,在同时采纳了阿开亚人的政体和称呼之后,现在是如何以及为何对此感到满意的呢?
§2.38.5δῆλον ὡς τύχην μὲν λέγειν οὐδαμῶς ἂν εἴη πρέπον· φαῦλον γάρ· αἰτίαν δὲ μᾶλλον ζητεῖν.
显然,将这归咎于运气是绝对不合适的,因为那是肤浅的;我们更应该寻找其原因。
χωρὶς γὰρ ταύτης οὔτε τῶν κατὰ λόγον οὔτε τῶν παρὰ λόγον εἶναι δοκούντων οὐδὲν οἷόν τε συντελεσθῆναι.
因为没有原因,无论是看似合乎理性的事,还是看似违背理性的事,都无一能够达成。
ἔστι δʼ οὖν, ὡς ἐμὴ δόξα, τοιαύτη τις.
无论如何,依我之见,原因大约如下。
§2.38.6ἰσηγορίας καὶ παρρησίας καὶ καθόλου δημοκρατίας ἀληθινῆς σύστημα καὶ προαίρεσιν εἰλικρινεστέραν οὐκ ἂν εὕροι τις τῆς παρὰ τοῖς Ἀχαιοῖς ὑπαρχούσης.
人们绝不可能找到一个比阿开亚人那里更为纯粹的、关于言论平等、坦率发声以及总体的真正民主的体系和基本方针。
§2.38.7αὕτη τινὰς μὲν ἐθελοντὴν αἱρετιστὰς εὗρε Πελοποννησίων, πολλοὺς δὲ πειθοῖ καὶ λόγῳ προσηγάγετο· τινὰς δὲ βιασαμένη σὺν καιρῷ παραχρῆμα πάλιν εὐδοκεῖν ἐποίησεν αὑτῇ τοὺς ἀναγκασθέντας.
这一方针使得一部分伯罗奔尼撒人成为了自愿的追随者,并通过说服和言论争取了许多人;而对于某些在合适时机被施加压力的人,它也立即让这些被迫之人重新对它心满意足。
§2.38.8οὐδενὶ γὰρ οὐδὲν ὑπολειπομένη πλεονέκτημα τῶν ἐξ ἀρχῆς, ἴσα δὲ πάντα ποιοῦσα τοῖς ἀεὶ προσλαμβανομένοις ταχέως καθικνεῖτο τῆς προκειμένης ἐπιβολῆς, δύο συνεργοῖς χρωμένη τοῖς ἰσχυροτάτοις, ἰσότητι καὶ φιλανθρωπίᾳ.
因为,它不给最初的成员留有任何特权,而是使所有新加入的人享有完全平等的权利,借助于两个最强有力的助手——平等和仁爱,迅速达到了既定的目标。
§2.38.9διὸ ταύτην ἀρχηγὸν καὶ παραίτιον ἡγητέον τοῦ συμφρονήσαντας Πελοποννησίους τὴν ὑπάρχουσαν αὐτοῖς εὐδαιμονίαν καταστήσασθαι.
因此,必须将这一政体视为促成伯罗奔尼撒人达成共识并确立他们如今享有的福祉的首要原因和共同起因。
§2.38.10τὰ μὲν οὖν τῆς προαιρέσεως καὶ τὸ τῆς πολιτείας ἰδίωμα τὸ νῦν εἰρημένον καὶ πρότερον ὑπῆρχε παρὰ τοῖς Ἀχαιοῖς.
由此可见,刚才提到的这一基本方针的特征和政体的独特性,在以前也同样存在于阿开亚人之中。
§2.38.11δῆλον δὲ τοῦτο καὶ διʼ ἑτέρων μὲν πλειόνων, πρὸς δὲ τὸ παρὸν ἀρκέσει πίστεως χάριν ἓν ἢ καὶ δεύτερον ληφθὲν μαρτύριον.
这一点从其他许多证据中也显而易见,但就目前而言,为了证实,选取一两个证言便已足够。