§2.37.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀχαιοὶ καὶ Φίλιππος ὁ βασιλεὺς ἅμα τοῖς ἄλλοις συμμάχοις συνίσταντο τὸν πρὸς Αἰτωλοὺς πόλεμον τὸν προσαγορευθέντα συμμαχικόν.
同時期に、アカイア人とフィリッポス王は、他の同盟国たちと共に、アイトリア人に対する戦争、いわゆる「同盟戦争」を開始した。
§2.37.2ἡμεῖς δʼ ἐπειδὴ τάς τε περὶ Σικελίαν καὶ Λιβύην καὶ τὰς ἑξῆς πράξεις διεξιόντες κατὰ τὸ συνεχὲς τῆς προκατασκευῆς ἥκομεν ἐπὶ τὴν ἀρχὴν τοῦ τε συμμαχικοῦ καὶ τοῦ δευτέρου συστάντος μὲν Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου, προσαγορευθέντος δὲ παρὰ τοῖς πλείστοις Ἀννιβιακοῦ, κατὰ δὲ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀπὸ τούτων τῶν καιρῶν ἐπηγγειλάμεθα ποιήσασθαι τὴν ἀρχὴν τῆς ἑαυτῶν συντάξεως,
私たちは、シケリアやリビュアに関する事績、およびそれに続く出来事を予備叙述の一貫した流れに従って叙述し終えて、同盟戦争、およびローマ人とカルタゴ人の間で勃発し、大方の人々からはハンニバル戦争と呼ばれている第二の戦争の始まりに至ったのであるが、当初の計画によれば、この時期から私たちは自らの歴史叙述の本編を開始すると約束していたので、これらを一時脇に置いて、ギリシアにおける事績へと移行するのがふさわしいであろう。
§2.37.3πρέπον ἂν εἴη τούτων ἀφεμένους ἐπὶ τὰς κατὰ τὴν Ἑλλάδα μεταβαίνειν πράξεις, ἵνα πανταχόθεν ὁμοίαν ποιησάμενοι τὴν προκατασκευὴν καὶ τὴν ἔφοδον ἐπὶ τοὺς αὐτοὺς καιροὺς οὕτως ἤδη [τῆς Ἰταλίας καὶ] τῆς ἀποδεικτικῆς ἱστορίας ἀρχώμεθα.
それは、あらゆる方面から同じ時期に至る予備叙述とアプローチを等しく整えた上で、このようにして初めて実証的な歴史の記述を始めるためである。
§2.37.4ἐπεὶ γὰρ οὐ τινὰς πράξεις, καθάπερ οἱ πρὸ ἡμῶν, οἷον τὰς Ἑλληνικὰς ἢ Περσικάς, ὁμοῦ δὲ τὰς ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης ἀναγράφειν ἐπικεχειρήκαμεν διὰ τὸ πρὸς τοῦτο τὸ μέρος τῆς ὑποθέσεως ἴδιόν τι συμβεβλῆσθαι τοὺς καθʼ ἡμᾶς καιρούς, ὑπὲρ ὧν σαφέστερον ἐν ἑτέροις δηλώσομεν,
というのも、私たちは先人たちのようにギリシア史やペルシア史といった特定の事績ではなく、既知の居住世界のあらゆる地域における事績をまとめて記録することに乗り出したからである。 それは、私たちの時代が、このテーマのこの側面に対して独自の寄与をなしたことによる(この点については他の箇所でより詳しく説明する)。
§2.37.5δέον ἂν εἴη καὶ πρὸ τῆς κατασκευῆς ἐπὶ βραχὺ τῶν ἐπιφανεστάτων καὶ γνωριζομένων ἐθνῶν καὶ τόπων ἐφάψασθαι τῆς οἰκουμένης.
したがって、本格的な構成に入る前に、居住世界の最も顕著で既知の諸民族や地域について、短く触れておくことが必要であろう。
§2.37.6περὶ μὲν οὖν τῶν κατὰ τὴν Ἀσίαν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ἀρκούντως ἂν ἔχοι ποιεῖσθαι τὴν ἀνάμνησιν ἀπὸ τῶν νῦν ῥηθέντων καιρῶν διὰ τὸ τὴν μὲν ὑπὲρ τῶν προγεγονότων παρʼ αὐτοῖς ἱστορίαν ὑπὸ πλειόνων ἐκδεδόσθαι καὶ γνώριμον ὑπάρχειν ἅπασιν, ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς μηδὲν αὐτοῖς ἐξηλλαγμένον ἀπηντῆσθαι μηδὲ παράλογον ὑπὸ τῆς τύχης ὥστε προσδεῖσθαι τῆς τῶν προγεγονότων ὑπομνήσεως.
アジアとエジプトの情勢については、今述べた時期から振り返り始めることで十分であろう。 なぜなら、彼らの過去に関する歴史は、多くの著者によって出版されており、万人に知れ渡っているからであり、また私たちの時代においては、運命によって彼らに劇的な変化や不測の事態がもたらされず、過去の出来事を改めて思い起こさせる必要もないからである。
§2.37.7περὶ δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους καὶ περὶ τῆς Μακεδόνων οἰκίας ἁρμόσει διὰ βραχέων ἀναδραμεῖν τοῖς χρόνοις, ἐπειδὴ περὶ μὲν ταύτην ὁλοσχερὴς ἐπαναίρεσις, §2.37.8περὶ δὲ τοὺς Ἀχαιούς, καθάπερ ἐπάνω προεῖπον, παράδοξος αὔξησις καὶ συμφρόνησις ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς γέγονε.
一方、アカイア人の民族とマケドニアの王家については、過去の時代へと簡潔に遡ることが適切であろう。 なぜなら、後者については完全な没落が起こったからであり、前者については、上で私が述べたように、私たちの時代に目覚ましい成長と一致団結が達成されたからである。
§2.37.9πολλῶν γὰρ ἐπιβαλομένων ἐν τοῖς παρεληλυθόσι χρόνοις ἐπὶ ταὐτὸ συμφέρον ἀγαγεῖν Πελοποννησίους, οὐδενὸς δὲ καθικέσθαι δυνηθέντος διὰ τὸ μὴ τῆς κοινῆς ἐλευθερίας ἕνεκεν ἀλλὰ τῆς σφετέρας δυναστείας χάριν ἑκάστους ποιεῖσθαι τὴν σπουδήν,
なぜなら、過去の時代に多くの者がペロポネソス人を共通の利益へと導こうと企てたものの、誰もそれを成し遂げられなかったからである。 それは、誰もが共通の自由のためではなく、己の支配権のために尽力していたからに他ならない。
§2.37.10τοιαύτην καὶ τηλικαύτην ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς ἔσχε προκοπὴν καὶ συντέλειαν τοῦτο τὸ μέρος ὥστε μὴ μόνον συμμαχικὴν καὶ φιλικὴν κοινωνίαν γεγονέναι πραγμάτων περὶ αὐτούς, ἀλλὰ καὶ νόμοις χρῆσθαι τοῖς αὐτοῖς καὶ σταθμοῖς καὶ μέτροις καὶ νομίσμασι, πρὸς δὲ τούτοις ἄρχουσι, βουλευταῖς,
ところが私たちの時代、この地域はそのような、そしてそれほどまでに大きな発展と完成を遂げたので、彼らの間には同盟や友好関係による政治的協力が生じたのみならず、同じ法律、度量衡、貨幣を使い、さらには同じ政務官や評議員、裁判官を共有するまでになった。
§2.37.11δικασταῖς, τοῖς αὐτοῖς, καθόλου δὲ τούτῳ μόνῳ διαλλάττειν τοῦ μὴ μιᾶς πόλεως διάθεσιν ἔχειν σχεδὸν τὴν σύμπασαν Πελοπόννησον, τῷ μὴ τὸν αὐτὸν περίβολον ὑπάρχειν τοῖς κατοικοῦσιν αὐτήν, τἄλλα δʼ εἶναι καὶ κοινῇ καὶ κατὰ πόλεις ἑκάστοις ταὐτὰ καὶ παραπλήσια.
総じて、ペロポネソス全体は、ただ一つの点、すなわちそこに住む人々に共通の城壁が存在しないという点においてのみ、単一の都市としての性格をほとんど備えている状態と異なっているにすぎず、その他の点では、全体としても各都市においても、すべてが同じであるか非常に似通っているのである。