Humanitext Reader

波利比奥斯 · 历史 §2.37.1-2.37.11

阿开亚同盟对伯罗奔尼撒的统一

第 125 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯在正式开始历史撰写之际,说明了将焦点从之前的预备性叙述转向希腊事务的意图。他特别强调了阿开亚同盟在自己时代所实现的、伯罗奔尼撒半岛上惊人的政治统一。

§2.37.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀχαιοὶ καὶ Φίλιππος ὁ βασιλεὺς ἅμα τοῖς ἄλλοις συμμάχοις συνίσταντο τὸν πρὸς Αἰτωλοὺς πόλεμον τὸν προσαγορευθέντα συμμαχικόν.
在同一时期,阿开亚人和腓力国王以及其他盟友一起,发动了针对埃托利亚人的战争,即所谓的“同盟战争”。
§2.37.2ἡμεῖς δʼ ἐπειδὴ τάς τε περὶ Σικελίαν καὶ Λιβύην καὶ τὰς ἑξῆς πράξεις διεξιόντες κατὰ τὸ συνεχὲς τῆς προκατασκευῆς ἥκομεν ἐπὶ τὴν ἀρχὴν τοῦ τε συμμαχικοῦ καὶ τοῦ δευτέρου συστάντος μὲν Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου, προσαγορευθέντος δὲ παρὰ τοῖς πλείστοις Ἀννιβιακοῦ, κατὰ δὲ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀπὸ τούτων τῶν καιρῶν ἐπηγγειλάμεθα ποιήσασθαι τὴν ἀρχὴν τῆς ἑαυτῶν συντάξεως, §2.37.3πρέπον ἂν εἴη τούτων ἀφεμένους ἐπὶ τὰς κατὰ τὴν Ἑλλάδα μεταβαίνειν πράξεις, ἵνα πανταχόθεν ὁμοίαν ποιησάμενοι τὴν προκατασκευὴν καὶ τὴν ἔφοδον ἐπὶ τοὺς αὐτοὺς καιροὺς οὕτως ἤδη [τῆς Ἰταλίας καὶ] τῆς ἀποδεικτικῆς ἱστορίας ἀρχώμεθα.
我们既然在预备性叙述的连续脉络中,详细阐述了有关西西里、利比亚以及随后的各项事件,从而达到了同盟战争以及罗马人与迦太基人之间爆发的第二次战争(大多数人称之为汉尼拔战争)的起点,而且根据我们最初的计划,我们曾承诺从这一时期开始我们自己的正式历史编撰,那么,我们现在暂时搁置这些事务,转而叙述希腊的事件,将是适宜的。 这样,我们就能在各个方面把直至同一时期的预备性叙述和铺垫工作做得同样齐备,从而在此时正式开始我们的实证历史撰写。
§2.37.4ἐπεὶ γὰρ οὐ τινὰς πράξεις, καθάπερ οἱ πρὸ ἡμῶν, οἷον τὰς Ἑλληνικὰς ἢ Περσικάς, ὁμοῦ δὲ τὰς ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης ἀναγράφειν ἐπικεχειρήκαμεν διὰ τὸ πρὸς τοῦτο τὸ μέρος τῆς ὑποθέσεως ἴδιόν τι συμβεβλῆσθαι τοὺς καθʼ ἡμᾶς καιρούς, ὑπὲρ ὧν σαφέστερον ἐν ἑτέροις δηλώσομεν, §2.37.5δέον ἂν εἴη καὶ πρὸ τῆς κατασκευῆς ἐπὶ βραχὺ τῶν ἐπιφανεστάτων καὶ γνωριζομένων ἐθνῶν καὶ τόπων ἐφάψασθαι τῆς οἰκουμένης.
因为我们所尝试记述的,并非像我们前辈那样仅限于某些特定的事件(例如希腊史或波斯史),而是将已知居住世界各个部分的事件结合在一起进行记述,这是因为我们所处的时代对于我们这一主题的这一部分做出了某种独特的贡献(关于这一点,我们将在其他地方更清楚地说明),因此,在进行正式构建之前,我们有必要简要触及已知居住世界中最著名、最广为人知的民族和地区。
§2.37.6περὶ μὲν οὖν τῶν κατὰ τὴν Ἀσίαν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ἀρκούντως ἂν ἔχοι ποιεῖσθαι τὴν ἀνάμνησιν ἀπὸ τῶν νῦν ῥηθέντων καιρῶν διὰ τὸ τὴν μὲν ὑπὲρ τῶν προγεγονότων παρʼ αὐτοῖς ἱστορίαν ὑπὸ πλειόνων ἐκδεδόσθαι καὶ γνώριμον ὑπάρχειν ἅπασιν, ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς μηδὲν αὐτοῖς ἐξηλλαγμένον ἀπηντῆσθαι μηδὲ παράλογον ὑπὸ τῆς τύχης ὥστε προσδεῖσθαι τῆς τῶν προγεγονότων ὑπομνήσεως.
至于亚洲和埃及的情况,从刚才提到的时期开始进行回顾便已足够。 因为关于它们过去历史的著述已被多人发表,且人人皆知;此外,在我们这个时代,命运并未给它们带来任何剧烈的转变或出乎意料的变故,以至于需要额外提醒人们去注意其过去的经历。
§2.37.7περὶ δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους καὶ περὶ τῆς Μακεδόνων οἰκίας ἁρμόσει διὰ βραχέων ἀναδραμεῖν τοῖς χρόνοις, ἐπειδὴ περὶ μὲν ταύτην ὁλοσχερὴς ἐπαναίρεσις,
另一方面,对于阿开亚民族和马其顿王室,简要地回溯过去的时间将是适宜的。
§2.37.8περὶ δὲ τοὺς Ἀχαιούς, καθάπερ ἐπάνω προεῖπον, παράδοξος αὔξησις καὶ συμφρόνησις ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς γέγονε.
因为对于后者而言,发生了彻底的倾覆;而对于阿开亚人,正如我上面所说,在我们这个时代,他们实现了超乎预期的增长和政治统一。
§2.37.9πολλῶν γὰρ ἐπιβαλομένων ἐν τοῖς παρεληλυθόσι χρόνοις ἐπὶ ταὐτὸ συμφέρον ἀγαγεῖν Πελοποννησίους, οὐδενὸς δὲ καθικέσθαι δυνηθέντος διὰ τὸ μὴ τῆς κοινῆς ἐλευθερίας ἕνεκεν ἀλλὰ τῆς σφετέρας δυναστείας χάριν ἑκάστους ποιεῖσθαι τὴν σπουδήν,
因为在过去,虽曾有许多人企图引导伯罗奔尼撒人趋向共同的利益,却无一人能够成功,这是因为他们每个人致力于此,并非为了共同的自由,而是为了确保自身的霸权。
§2.37.10τοιαύτην καὶ τηλικαύτην ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς ἔσχε προκοπὴν καὶ συντέλειαν τοῦτο τὸ μέρος ὥστε μὴ μόνον συμμαχικὴν καὶ φιλικὴν κοινωνίαν γεγονέναι πραγμάτων περὶ αὐτούς, ἀλλὰ καὶ νόμοις χρῆσθαι τοῖς αὐτοῖς καὶ σταθμοῖς καὶ μέτροις καὶ νομίσμασι, πρὸς δὲ τούτοις ἄρχουσι, βουλευταῖς,
然而在我们这个时代,这一地区却取得了如此巨大且意义深远的发展与统一,以至于他们不仅在事务中形成了同盟和友好的共同体,而且还使用着相同的法律、度量衡和货币,此外还有着相同的官员、议员和法官。
§2.37.11δικασταῖς, τοῖς αὐτοῖς, καθόλου δὲ τούτῳ μόνῳ διαλλάττειν τοῦ μὴ μιᾶς πόλεως διάθεσιν ἔχειν σχεδὸν τὴν σύμπασαν Πελοπόννησον, τῷ μὴ τὸν αὐτὸν περίβολον ὑπάρχειν τοῖς κατοικοῦσιν αὐτήν, τἄλλα δʼ εἶναι καὶ κοινῇ καὶ κατὰ πόλεις ἑκάστοις ταὐτὰ καὶ παραπλήσια.
总而言之,整个伯罗奔尼撒几乎已具备了单一城市国家的性质,唯一不同的一点在于,其居民并没有共同的城墙,而在其他所有方面,无论就整体还是各个城市而言,一切事物都是相同或极为相似的。

词汇与语法注释

  1. 2.37.2ἡμεῖς δʼ ἐπειδὴ ... πρέπον ἂν εἴη — 句子的骨架始于 §2.37.2 的 `ἡμεῖς δʼ ἐπειδὴ`(接续词 `ἐπειδὴ`“既然”),在夹杂了插入性叙述和关系从句之后,至 §2.37.3 的 `πρέπον ἂν εἴη`(使用潜在祈愿法的无人称句“……将是适宜的”)作为主句。主句动词不定式 `μεταβαίνειν` 的逻辑主语是句首的 `ἡμεῖς`,这由宾格复数分词 `ἀφεμένους` 表明。
  2. 2.37.5δέον ἂν εἴη — 无人称动词 `δεῖ`(需要)的中性分词 `δέον` 与祈愿法 `ἂν εἴη` 结合。通常 `δέον` 单独用作宾格绝对结构,但在此处它与 `ἂν εἴη` 一起作谓语,表示潜在的语气“……将是有必要的”。
  3. 2.37.9πολλῶν γὰρ ἐπιβαλομένων ... οὐδενὸς δὲ καθικέσθαι δυνηθέντος — 在 `γάρ` 之后并列了两个属格绝对(独立分词)结构。第一个 `πολλῶν ἐπιβαλομένων`(尽管许多人企图……)通过 `δέ` 与第二个 `οὐδενὸς δυνηθέντος`(但无一人能够……)形成对比。
  4. 2.37.11διαλλάττειν τοῦ μὴ μιᾶς πόλεως διάθεσιν ἔχειν ... τῷ μὴ τὸν αὐτὸν περίβολον ὑπάρχειν — 此处的动词不定式 `διαλλάττειν`(不同)受 §2.37.10 中的 `ὥστε`(以至于)支配。比较属格 `τοῦ μὴ ... ἔχειν` 意为“与不具有单一城市格局(相异)”,而其具体原因或方式则由表示原因或关系的与格 `τῷ μὴ ... ὑπάρχειν`(因没有共同的城墙)来阐明。

引用这一段

波利比奥斯, 历史 §2.37.1-2.37.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.37.1-2.37.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。