Humanitext Reader

ポリュビオス · 歴史 §2.35.1-2.35.10

ケルト戦争の終結とガリア史記述の意義

123 / 1311 箇所 · ギリシア語

要旨

ローマ軍によるメディオラヌムの占領によってケルト人との戦争が終結したことを語り、ガリア人の歴史をその起源から記述した歴史的かつ教育的な意義を説明する。

§2.35.1διόλανον εἷλε κατὰ κράτος.
[メディ]オラヌムを力ずくで占領した。
οὗ συμβαίνοντος οἱ προεστῶτες τῶν Ἰνσόμβρων ἀπογνόντες τὰς τῆς σωτηρίας ἐλπίδας πάντα τὰ καθʼ αὑτοὺς ἐπέτρεψαν τοῖς Ῥωμαίοις.
これが起きると、インスブレス人の指導者たちは生存の希望を失い、自分たちに関するすべてのことをローマ人に委ねた。
§2.35.2ὁ μὲν οὖν πρὸς τοὺς Κελτοὺς πόλεμος τοιοῦτον ἔσχε τὸ τέλος, κατὰ μὲν τὴν ἀπόνοιαν καὶ τόλμαν τῶν ἀγωνιζομένων ἀνδρῶν, ἔτι δὲ κατὰ τὰς μάχας καὶ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπολλυμένων καὶ παραταττομένων οὐδενὸς καταδεέστερος τῶν ἱστορημένων, §2.35.3κατὰ δὲ τὰς ἐπιβολὰς καὶ τὴν ἀκρισίαν τοῦ κατὰ μέρος χειρισμοῦ τελέως εὐκαταφρόνητος διὰ τὸ μὴ τὸ πλεῖον ἀλλὰ συλλήβδην ἅπαν τὸ γινόμενον ὑπὸ τῶν Γαλατῶν θυμῷ μᾶλλον ἢ λογισμῷ βραβεύεσθαι.
さて、ケルト人に対する戦争はこのような結末を迎えた。 それは、戦った人々の決死の覚悟と大胆さ、さらには戦闘や、その中で整列し倒れた人々の多さにおいては、歴史に記録されたいかなる戦争にも劣るものではなかったが、計画や個々の作戦指導における無分別さにおいては、完全に取るに足りないものであった。 なぜなら、大部分ではなく、ガリア人によってなされたことのすべてが、一から十まで、理性よりもむしろ感情によって支配されていたからである。
§2.35.4περὶ ὧν ἡμεῖς συνθεωρήσαντες μετʼ ὀλίγον χρόνον αὐτοὺς ἐκ τῶν περὶ τὸν Πάδον πεδίων ἐξωσθέντας, πλὴν ὀλίγων τόπων τῶν ὑπʼ αὐτὰς τὰς Ἄλπεις κειμένων, οὐκ ᾠήθημεν δεῖν οὔτε τὴν ἐξ ἀρχῆς ἔφοδον αὐτῶν ἀμνημόνευτον παραλιπεῖν οὔτε τὰς μετὰ ταῦτα πράξεις οὔτε τὴν τελευταίαν ἐξανάστασιν,
彼らが、わずかな時の後に、アルプス山脈の真下に位置する少数の場所を除いて、パドゥス川周辺の平野から駆逐されるのを私たちは見届けており、彼らの最初の来襲も、その後の事績も、最後の撤退も、言及せずに放置すべきではないと考えた。
§2.35.5ὑπολαμβάνοντες οἰκεῖον ἱστορίας ὑπάρχειν τὰ τοιαῦτʼ ἐπεισόδια τῆς τύχης εἰς μνήμην ἄγειν καὶ παράδοσιν τοῖς ἐπιγινομένοις,
運命によるこのような出来事を記憶にとどめ、後世への伝承とすることは、歴史の本分であると考えたからである。
§2.35.6ἵνα μὴ τελέως οἱ μεθʼ ἡμᾶς ἀνεννόητοι τούτων ὑπάρχοντες ἐκπλήττωνται τὰς αἰφνιδίους καὶ παραλόγους τῶν βαρβάρων ἐφόδους, ἀλλʼ ἐπὶ ποσὸν ἐν νῷ λαμβάνοντες ὡς ὀλιγοχρόνιόν ἐστι καὶ λίαν εὔφθαρτον τὸ τῶν βαρβάρων πλῆθος τοῖς σὺν νῷ κινδυνεύουσι τὴν ἔφοδον αὐτῶν ὑπομένωσι καὶ πάσας ἐξελέγχωσι τὰς σφετέρας ἐλπίδας πρότερον ἢ παραχωρῆσαί τινος τῶν ἀναγκαίων.
それは、私たちの後の人々がこれらのことについて完全に無知であるために、野蛮人たちの不意の、かつ予測不可能な来襲に恐れおののくことのないようにするためであり、むしろ、野蛮人の大群というものは一時的なものであり、極めて崩壊しやすいものであるということをある程度心に留めて、思慮を持って危機に立ち向かう者として、彼らの来襲に耐え忍び、不可欠なもののいずれかを明け渡す前に、自分たちのあらゆる希望を試し尽くすようにするためである。
§2.35.7καὶ γὰρ τοὺς τὴν Περσῶν ἔφοδον ἐπὶ τὴν Ἑλλάδα καὶ Γαλατῶν ἐπὶ Δελφοὺς εἰς μνήμην καὶ παράδοσιν ἡμῖν ἀγαγόντας οὐ μικρὰ μεγάλα δʼ οἴομαι συμβεβλῆσθαι πρὸς τοὺς ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνας.
実際、ペルシア人のギリシアへの来襲や、ガリア人のデルポイへの来襲を記憶にとどめ、伝承として私たちに残してくれた人々は、ギリシア人の共同の自由のための戦いに対して、小さからぬ、いや大きな貢献をしたと私は考えている。
§2.35.8οὔτε γὰρ χορηγιῶν οὔθʼ ὅπλων οὔτʼ ἀνδρῶν πλῆθος καταπλαγεὶς ἄν τις ἀποσταίη τῆς τελευταίας ἐλπίδος, τοῦ διαγωνίζεσθαι περὶ τῆς σφετέρας χώρας καὶ πατρίδος, λαμβάνων πρὸ ὀφθαλμῶν τὸ παράδοξον τῶν τότε γενομένων καὶ μνημονεύσας ὅσας μυριάδας καὶ τίνας τόλμας καὶ πηλίκας παρασκευὰς ἡ τῶν σὺν νῷ καὶ μετὰ λογισμοῦ κινδυνευόντων αἵρεσις καὶ δύναμις καθεῖλεν.
なぜなら、物資や武器や兵士の多さに圧倒されて、自らの領土と祖国のために戦い抜くという最後の望みを捨てる者は誰もいないだろうからである、当時の出来事の驚くべき結末を目の当たりにし、思慮と計算を持って危機に立ち向かう人々の決意と力が、いかに多くの万の軍勢、いかなる大胆さ、いかに膨大な準備を打ち破ったかを思い出すならば。
§2.35.9ὁ δʼ ἀπὸ Γαλατῶν φόβος οὐ μόνον τὸ παλαιὸν ἀλλὰ καὶ καθʼ ἡμᾶς ἤδη πλεονάκις ἐξέπληξε τοὺς Ἕλληνας.
ガリア人に対する恐れは、古代だけでなく、すでに私たちの時代においても、しばしばギリシア人を恐怖に陥れてきた。
§2.35.10διὸ καὶ μᾶλλον ἔγωγε παρωρμήθην ἐπὶ τὸ κεφαλαιώδη μὲν ἀνέκαθεν δὲ ποιήσασθαι τὴν ὑπὲρ τούτων ἐξήγησιν.
それゆえ、私自身、これらについての説明を、要約的ではあるが、その起源にさかのぼって行うよう、いっそう強く促されたのである。

語釈・文法注

  1. §2.35.2ὁ μὲν οὖν πρὸς τοὺς Κελτοὺς πόλεμος — 主語である ὁ πρὸς τοὺς Κελτοὺς πόλεμος に対し、κατά(〜の点において)を伴う対比構造が形成されている。κατὰ μὲν... に対しては οὐδενὸς καταδεέστερος(歴史上のいかなる戦争にも劣らない)が、κατὰ δὲ... に対しては τελέως εὐκαταφρόνητος(完全に取るに足りない)が述語的に係り、一つの戦争が持つ二面性を対照させている。
  2. §2.35.4συνθεωρήσαντες μετʼ ὀλίγον χρόνον αὐτοὺς ἐκ τῶν περὶ τὸν Πάδον πεδίων ἐξωσθέντας — 分詞 συνθεωρήσαντες は αὐτοὺς ... ἐξωσθέντας(対格不定詞に代わる「対格+分詞」の構造)を直接の目的語として取り、「彼らが(パドゥス川周辺の平原から)駆逐されるのを考慮(目撃)して」という意味になる。
  3. §2.35.8τοῦ διαγωνίζεσθαι περὶ τῆς σφετέρας χώρας καὶ πατρίδος — 冠詞付き不定詞の属格 τοῦ διαγωνίζεσθαι は、直前の τῆς τελευταίας ἐλπίδος(最後の希望)と並置されており、その具体的な内容を説明する同格(あるいは説明的属格)として機能している。

この箇所を引用する

ポリュビオス, 歴史 §2.35.1-2.35.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.35.1-2.35.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。