§2.35.1διόλανον εἷλε κατὰ κράτος.
...[Medi]olanum by storm.
οὗ συμβαίνοντος οἱ προεστῶτες τῶν Ἰνσόμβρων ἀπογνόντες τὰς τῆς σωτηρίας ἐλπίδας πάντα τὰ καθʼ αὑτοὺς ἐπέτρεψαν τοῖς Ῥωμαίοις.
When this happened, the leaders of the Insubres, despairing of their hopes of safety, entrusted all their affairs to the Romans.
§2.35.2ὁ μὲν οὖν πρὸς τοὺς Κελτοὺς πόλεμος τοιοῦτον ἔσχε τὸ τέλος, κατὰ μὲν τὴν ἀπόνοιαν καὶ τόλμαν τῶν ἀγωνιζομένων ἀνδρῶν, ἔτι δὲ κατὰ τὰς μάχας καὶ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπολλυμένων καὶ παραταττομένων οὐδενὸς καταδεέστερος τῶν ἱστορημένων, §2.35.3κατὰ δὲ τὰς ἐπιβολὰς καὶ τὴν ἀκρισίαν τοῦ κατὰ μέρος χειρισμοῦ τελέως εὐκαταφρόνητος διὰ τὸ μὴ τὸ πλεῖον ἀλλὰ συλλήβδην ἅπαν τὸ γινόμενον ὑπὸ τῶν Γαλατῶν θυμῷ μᾶλλον ἢ λογισμῷ βραβεύεσθαι.
Thus, then, the war against the Celts reached such an end. In respect of the desperation and daring of the combatants, as well as the battles and the number of those who were marshalled and perished in them, it was second to none of those recorded in history; but in respect of their strategic plans and the lack of judgment in their detailed management, it was utterly contemptible, because not merely the greater part but absolutely everything done by the Gauls was directed by passion rather than by reason.
§2.35.4περὶ ὧν ἡμεῖς συνθεωρήσαντες μετʼ ὀλίγον χρόνον αὐτοὺς ἐκ τῶν περὶ τὸν Πάδον πεδίων ἐξωσθέντας, πλὴν ὀλίγων τόπων τῶν ὑπʼ αὐτὰς τὰς Ἄλπεις κειμένων, οὐκ ᾠήθημεν δεῖν οὔτε τὴν ἐξ ἀρχῆς ἔφοδον αὐτῶν ἀμνημόνευτον παραλιπεῖν οὔτε τὰς μετὰ ταῦτα πράξεις οὔτε τὴν τελευταίαν ἐξανάστασιν, §2.35.5ὑπολαμβάνοντες οἰκεῖον ἱστορίας ὑπάρχειν τὰ τοιαῦτʼ ἐπεισόδια τῆς τύχης εἰς μνήμην ἄγειν καὶ παράδοσιν τοῖς ἐπιγινομένοις, §2.35.6ἵνα μὴ τελέως οἱ μεθʼ ἡμᾶς ἀνεννόητοι τούτων ὑπάρχοντες ἐκπλήττωνται τὰς αἰφνιδίους καὶ παραλόγους τῶν βαρβάρων ἐφόδους, ἀλλʼ ἐπὶ ποσὸν ἐν νῷ λαμβάνοντες ὡς ὀλιγοχρόνιόν ἐστι καὶ λίαν εὔφθαρτον τὸ τῶν βαρβάρων πλῆθος τοῖς σὺν νῷ κινδυνεύουσι τὴν ἔφοδον αὐτῶν ὑπομένωσι καὶ πάσας ἐξελέγχωσι τὰς σφετέρας ἐλπίδας πρότερον ἢ παραχωρῆσαί τινος τῶν ἀναγκαίων.
Observing that within a short time they were driven out of the plains along the Po, except for a few places lying directly under the Alps, we did not think it right to leave without mention either their original invasion, or their subsequent actions, or their final expulsion, conceiving it to be the proper task of history to bring such episodes of fortune to remembrance and transmission to posterity, in order that those after us, not being completely ignorant of these matters, may not be struck with panic by the sudden and unexpected invasions of barbarians, but, keeping in mind to some extent how short-lived and highly perishable is the multitude of barbarians, they may withstand their onslaught with intelligent courage and test their every hope to the utmost before yielding any of their vital interests.
§2.35.7καὶ γὰρ τοὺς τὴν Περσῶν ἔφοδον ἐπὶ τὴν Ἑλλάδα καὶ Γαλατῶν ἐπὶ Δελφοὺς εἰς μνήμην καὶ παράδοσιν ἡμῖν ἀγαγόντας οὐ μικρὰ μεγάλα δʼ οἴομαι συμβεβλῆσθαι πρὸς τοὺς ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνας.
For indeed, I believe that those who have recorded and transmitted to us the memory of the Persian invasion of Greece and that of the Gauls against Delphi have contributed no small but rather great assistance to the struggles for the common liberty of the Greeks.
§2.35.8οὔτε γὰρ χορηγιῶν οὔθʼ ὅπλων οὔτʼ ἀνδρῶν πλῆθος καταπλαγεὶς ἄν τις ἀποσταίη τῆς τελευταίας ἐλπίδος, τοῦ διαγωνίζεσθαι περὶ τῆς σφετέρας χώρας καὶ πατρίδος, λαμβάνων πρὸ ὀφθαλμῶν τὸ παράδοξον τῶν τότε γενομένων καὶ μνημονεύσας ὅσας μυριάδας καὶ τίνας τόλμας καὶ πηλίκας παρασκευὰς ἡ τῶν σὺν νῷ καὶ μετὰ λογισμοῦ κινδυνευόντων αἵρεσις καὶ δύναμις καθεῖλεν.
For no one, terrified by the abundance of provisions, arms, or men, would abandon the final hope of fighting to the last for his own territory and fatherland, if he keeps before his eyes the unexpected outcome of those events and remembers how many myriads, what daring, and what vast preparations were overthrown by the resolve and power of those who faced danger with intelligence and reason.
§2.35.9ὁ δʼ ἀπὸ Γαλατῶν φόβος οὐ μόνον τὸ παλαιὸν ἀλλὰ καὶ καθʼ ἡμᾶς ἤδη πλεονάκις ἐξέπληξε τοὺς Ἕλληνας.
Moreover, the dread of the Gauls has thrown the Greeks into panic not only in ancient times but already repeatedly in our own day.
§2.35.10διὸ καὶ μᾶλλον ἔγωγε παρωρμήθην ἐπὶ τὸ κεφαλαιώδη μὲν ἀνέκαθεν δὲ ποιήσασθαι τὴν ὑπὲρ τούτων ἐξήγησιν.
For this reason, I was all the more encouraged to give an account of them which, while summary, goes back to the very beginning.