§2.34.1τῷ δʼ ἑξῆς ἔτει, διαπρεσβευσαμένων τῶν Κελτῶν ὑπὲρ εἰρήνης καὶ πᾶν ποιήσειν ὑπισχνουμένων, ἔσπευσαν οἱ κατασταθέντες ὕπατοι Μάρκος Κλαύδιος καὶ Γνάιος Κορνήλιος τοῦ μὴ συγχωρηθῆναι τὴν εἰρήνην αὐτοῖς.
翌年、ケルト人が和平交渉を求め、あらゆる要求を受け入れると約束したのに対し、新しく任命された執政官マルクス・クラウディウスとグナエウス・コルネリウスは、彼らに和平が認められないように尽力した。
§2.34.2οἱ δʼ ἀποτυχόντες καὶ κρίναντες ἐξελέγξαι τὰς τελευταίας ἐλπίδας, αὖθις ὥρμησαν ἐπὶ τὸ μισθοῦσθαι τῶν περὶ τὸν Ῥοδανὸν Γαισάτων Γαλατῶν εἰς τρισμυρίους·
[和平に]失敗し、最後の望みを試すことを決意したケルト人は、再びローヌ川周辺のガエサタエと呼ばれるガリア人たちを三万人ほど雇うことに着手した。
οὓς παραλαβόντες εἶχον ἐν ἑτοίμῳ καὶ προσεδόκων τὴν τῶν πολεμίων ἔφοδον.
彼らを迎え入れたケルト人は手元に待機させ、敵の来襲を待ち受けた。
§2.34.3οἱ δὲ τῶν Ῥωμαίων στρατηγοὶ τῆς ὥρας ἐπιγενομένης ἀναλαβόντες τὰς δυνάμεις ἦγον εἰς τὴν τῶν Ἰνσόμβρων χώραν.
ローマの将軍たちは、良い季節になると軍勢を率いてインスブレス人の地へと進軍した。
§2.34.4παραγενόμενοι δὲ καὶ περιστρατοπεδεύσαντες πόλιν Ἀχέρρας, ἣ μεταξὺ κεῖται τοῦ Πάδου καὶ τῶν Ἀλπεινῶν ὀρῶν, ἐπολιόρκουν ταύτην.
彼らは到着すると、パドゥス川とアルプス山脈の間に位置するアケッラエという都市の周囲に陣を敷き、これを包囲攻撃した。
§2.34.5οἱ δʼ Ἴνσομβρες βοηθεῖν μὲν οὐ δυνάμενοι διὰ τὸ προκαταληφθῆναι τοὺς εὐφυεῖς τόπους, σπεύδοντες δὲ λῦσαι τὴν πολιορκίαν τῶν Ἀχερρῶν, μέρος τι τῆς δυνάμεως διαβιβάσαντες τὸν Πάδον εἰς τὴν τῶν Ἀνάρων χώραν ἐπολιόρκουν τὸ προσαγορευόμενον Κλαστίδιον.
インスブレス人は、要衝をあらかじめ占拠されていたために救援することができず、しかしアケッラエの包囲を解こうと焦って、軍勢の一部をパドゥス川を越えてアナレス人の地へと渡らせ、クラスティディウムと呼ばれる場所を包囲した。
προσπεσόντος δὲ τοῦ συμβαίνοντος τοῖς στρατηγοῖς, §2.34.6ἀναλαβὼν τοὺς ἱππεῖς Μάρκος Κλαύδιος καί τινας τῶν πεζικῶν ἠπείγετο, σπεύδων βοηθῆσαι τοῖς πολιορκουμένοις.
この事態が将軍たちに知らされると、マルクス・クラウディウスは騎兵と一部の歩兵を率いて急行し、包囲されている人々を救出しようと努めた。
§2.34.7οἱ δὲ Κελτοὶ πυθόμενοι τὴν παρουσίαν τῶν ὑπεναντίων, λύσαντες τὴν πολιορκίαν ὑπήντων καὶ παρετάξαντο.
ケルト人は敵の到来を知ると、包囲を解いて彼らを迎え撃ち、陣を敷いた。
§2.34.8τῶν δὲ Ῥωμαίων αὐτοῖς τοῖς ἱππεῦσιν ἐξ ἐφόδου τολμηρῶς σφίσι προσπεσόντων, τὰς μὲν ἀρχὰς ἀντεῖχον·
ローマ人が、まさにその騎兵だけで突進して彼らに果敢に襲いかかったため、最初彼らは持ちこたえた。
μετὰ δὲ ταῦτα περιισταμένων καὶ κατὰ νώτου καὶ κατὰ κέρας, δυσχρηστούμενοι τῇ μάχῃ τέλος ἐτράπησαν ὑπʼ αὐτῶν τῶν ἱππέων.
しかしその後、[ローマの騎兵が]背後や側面に回り込んでくると、戦闘で不利に陥り、ついにその騎兵たち自身によって敗走させられた。
§2.34.9καὶ πολλοὶ μὲν εἰς τὸν ποταμὸν ἐμπεσόντες ὑπὸ τοῦ ῥεύματος διεφθάρησαν, οἱ δὲ πλείους ὑπὸ τῶν πολεμίων κατεκόπησαν.
そして多くの者が川に落ちて急流に流されて死亡し、大部分は敵によって斬り伏せられた。
§2.34.10ἔλαβον δὲ καὶ τὰς Ἀχέρρας οἱ Ῥωμαῖοι σίτου γεμούσας, ἐκχωρησάντων εἰς τὸ Μεδιόλανον τῶν Γαλατῶν, ὅσπερ ἐστὶ κυριώτατος τόπος τῆς τῶν Ἰνσόμβρων χώρας.
ローマ人はまた、食糧が豊富にあったアケッラエを占領した。 ガリア人が、インスブレス人の地の最重要の拠点であるメディオラヌムへと撤退したためである。
§2.34.11οἷς ἐκ ποδὸς ἐπακολουθήσαντος τοῦ Γναΐου καὶ προσβαλόντος ἄφνω πρὸς τὸ Μεδιόλανον, τὸ μὲν πρῶτον ἡσυχίαν ἔσχον·
グナエウスは彼らの足跡をただちに追跡し、メディオラヌムへ突然攻撃を仕掛けたところ、最初彼らは静かにしていた。
§2.34.12ἀπολυομένου δʼ αὐτοῦ πάλιν εἰς τὰς Ἀχέρρας, ἐπεξελθόντες καὶ τῆς οὐραγίας ἁψάμενοι θρασέως πολλοὺς μὲν νεκροὺς ἐποίησαν, μέρος δέ τι καὶ φυγεῖν αὐτῶν ἠνάγκασαν,
しかし、彼が再びアケッラエへと引き返そうとすると、彼らは出撃して後衛を大胆に襲撃し、多くの者を殺害し、その一部を敗走させた。
§2.34.13ἕως ὁ Γνάιος ἀνακαλεσάμενος τοὺς ἐκ τῆς πρωτοπορείας παρώρμησε στῆναι καὶ συμβαλεῖν τοῖς πολεμίοις.
ついにグナエウスは前衛の兵たちを呼び戻し、踏みとどまって敵と交戦するよう促した。
§2.34.14οἱ μὲν οὖν Ῥωμαῖοι πειθαρχήσαντες τῷ στρατηγῷ διεμάχοντο πρὸς τοὺς ἐπικειμένους εὐρώστως.
そこでローマ兵は将軍の命令に従い、襲いかかる敵に対して力強く戦い抜いた。
§2.34.15οἱ δὲ Κελτοὶ διὰ τὸ παρὸν εὐτύχημα μείναντες ἐπὶ ποσὸν εὐθαρσῶς, μετʼ οὐ πολὺ τραπέντες ἔφευγον εἰς τὰς παρωρείας.
ケルト人は、目の前の一時的な成功のためにしばらくの間は意気盛んに踏みとどまったものの、間もなく敗走して山麓へと逃れた。
ὁ δὲ Γνάιος ἐπακολουθήσας τήν τε χώραν ἐπόρθει καὶ τὸ Με
グナエウスは追撃してその地を略奪し、メディ[オラヌムを強襲した...]