§2.33.1δοκοῦσι δʼ ἐμφρόνως κεχρῆσθαι τῇ μάχῃ ταύτῃ Ῥωμαῖοι, τῶν χιλιάρχων ὑποδειξάντων ὡς δεῖ ποιεῖσθαι τὸν ἀγῶνα κοινῇ καὶ κατʼ ἰδίαν ἑκάστους.
ローマ人はこの戦闘において賢明に立ち回ったように思われる。 というのは、千人隊長たちが、全体としても、また個々人としても、どのように戦うべきかをあらかじめ指示していたからである。
§2.33.2συνεωρακότες γὰρ ἐκ τῶν προγεγονότων κινδύνων ὅτι τοῖς τε θυμοῖς κατὰ τὴν πρώτην ἔφοδον, ἕως ἂν ἀκέραιον ᾖ, φοβερώτατόν ἐστι πᾶν τὸ Γαλατικὸν φῦλον,
なぜなら彼らは、過去の危機から、ガリアの全民族は最初の衝突において、その気力が衰えていない限り、極めて恐るべき存在であることを見抜いていたからである。
§2.33.3αἵ τε μάχαιραι ταῖς κατασκευαῖς, καθάπερ εἴρηται πρότερον, μίαν ἔχουσι τὴν πρώτην καταφορὰν καιρίαν, ἀπὸ δὲ ταύτης εὐθέως ἀποξυστροῦνται, καμπτόμεναι κατὰ μῆκος καὶ κατὰ πλάτος ἐπὶ τοσοῦτον ὥστʼ ἐὰν μὴ δῷ τις ἀναστροφὴν τοῖς χρωμένοις ἐρείσαντας πρὸς τὴν γῆν ἀπευθῦναι τῷ ποδί, τελέως ἄπρακτον εἶναι τὴν δευτέραν πληγὴν αὐτῶν·
また、彼らの剣の構造上、すでに以前に述べたように、最初の切り下ろしだけが致命傷を与えうるものの、その後はすぐに切れ味が鈍り、縦にも横にも大きく曲がってしまうため、使う者が地面に押し当てて足でまっすぐに伸ばすだけの猶予を[敵が]与えない限り、彼らの第二撃は完全に無力なものとなること[も見抜いていたからである]。
§2.33.4ἀναδόντες οὖν οἱ χιλίαρχοι τὰ τῶν τριαρίων δόρατα τῶν κατόπιν ἐφεστώτων ταῖς πρώταις σπείραις καὶ παραγγείλαντες ἐκ μεταλήψεως τοῖς ξίφεσι χρῆσθαι συνέβαλον ἐκ παρατάξεως κατὰ πρόσωπον τοῖς Κελτοῖς.
そこで千人隊長たちは、後方に控えていたトリアリイの槍を最前列の部隊に渡させ、その代わりに剣を使うよう指示した上で、陣形を整えて正面からケルト人と交戦した。
§2.33.5ἅμα δὲ τῷ πρὸς τὰ δόρατα ταῖς πρώταις καταφοραῖς χρωμένων τῶν Γαλατῶν ἀχρειωθῆναι τὰς μαχαίρας συνδραμόντες εἰς τὰς χεῖρας τοὺς μὲν Κελτοὺς ἀπράκτους ἐποίησαν, ἀφελόμενοι τὴν ἐκ διάρσεως αὐτῶν μάχην, ὅπερ ἴδιόν ἐστι Γαλατικῆς χρείας, διὰ τὸ μηδαμῶς κέντημα τὸ ξίφος ἔχειν·
ガリア人が最初の切り下ろしを槍に対して放ったことで彼らの剣が無力化すると同時に、[ローマ兵は]近接戦に突入し、ケルト人を戦闘不能にした。 彼らの剣には突く機能が全くなかったため、ガリアの戦闘法の特有のものである、腕を振り上げて叩き切る戦い方を封じたのである。
§2.33.6αὐτοὶ δʼ οὐκ ἐκ καταφορᾶς ἀλλʼ ἐκ διαλήψεως ὀρθαῖς χρώμενοι ταῖς μαχαίραις, πρακτικοῦ τοῦ κεντήματος περὶ αὐτὰς ὑπάρχοντος, τύπτοντες εἰς τὰ στέρνα καὶ τὰ πρόσωπα καὶ πληγὴν ἐπὶ πληγῇ φέροντες διέφθειραν τοὺς πλείστους τῶν παραταξαμένων διὰ τὴν τῶν χιλιάρχων πρόνοιαν.
ローマ人自身は、振り下ろすのではなく、剣を真っ直ぐに構えて突き通す戦い方をし、その剣には突く効果が十分に備わっていたため、胸や顔を突き、次々と打撃を加えて、千人隊長の先見の明によって、整列した敵の大部分を討ち取った。
§2.33.7ὁ μὲν γὰρ στρατηγὸς Φλαμίνιος οὐκ ὀρθῶς δοκεῖ κεχρῆσθαι τῷ προειρημένῳ κινδύνῳ.
というのも、将軍フラミニウスは上述の危機において正しく指揮しなかったと思われるからである。
παρʼ αὐτὴν γὰρ τὴν ὀφρὺν τοῦ ποταμοῦ ποιησάμενος τὴν ἔκταξιν διέφθειρε τὸ τῆς Ῥωμαϊκῆς μάχης ἴδιον, οὐχ ὑπολειπόμενος τόπον πρὸς τὴν ἐπὶ πόδα ταῖς σπείραις ἀναχώρησιν.
彼は川のまさに土手際に陣形を敷いたため、ローマの戦術の特徴を台なしにしてしまい、部隊が後退するためのスペースを後方に残さなかった。
§2.33.8εἰ γὰρ συνέβη βραχὺ μόνον πιεσθῆναι τῇ χώρᾳ τοὺς ἄνδρας κατὰ τὴν μάχην, ῥίπτειν ἂν εἰς τὸν ποταμὸν αὑτοὺς ἔδει διὰ τὴν ἀστοχίαν τοῦ προεστῶτος.
もし戦闘中に兵士たちがわずかでも押し戻されることがあれば、指導者の失策のために、彼らは川に身を投じるしかなかったであろう。
§2.33.9οὐ μὴν ἀλλά γε πολλῷ νικήσαντες ταῖς σφετέραις ἀρεταῖς, καθάπερ εἶπον, καὶ παμπληθοῦς μὲν λείας, οὐκ ὀλίγων δὲ σκύλων κρατήσαντες ἐπανῆλθον εἰς τὴν Ῥώμην.
しかしながら、彼らは自らの勇気によって大勝を収め、私が言ったように、非常に多くの略奪品と、少なくない戦利品を手にしてローマへと帰還した。