Humanitext Reader

波利比奥斯 · 历史 §2.33.1-2.33.9

识破高卢刀剑弱点与罗马军团的胜利

第 121 段,共 1311 段 · 希腊语

内容简介

罗马军事按察使利用高卢长剑在首轮劈砍后易弯曲的弱点,将三线兵的矛发给前排防守,并以刺杀战术击败敌人。与此同时,将领弗拉米尼乌斯因将阵线设在没有退路的河边而受到战术上的批评。

§2.33.1δοκοῦσι δʼ ἐμφρόνως κεχρῆσθαι τῇ μάχῃ ταύτῃ Ῥωμαῖοι, τῶν χιλιάρχων ὑποδειξάντων ὡς δεῖ ποιεῖσθαι τὸν ἀγῶνα κοινῇ καὶ κατʼ ἰδίαν ἑκάστους.
罗马人在这场战斗中似乎应对得相当明智,因为军事按察使们指示了他们应当如何进行整体及个人的战斗。
§2.33.2συνεωρακότες γὰρ ἐκ τῶν προγεγονότων κινδύνων ὅτι τοῖς τε θυμοῖς κατὰ τὴν πρώτην ἔφοδον, ἕως ἂν ἀκέραιον ᾖ, φοβερώτατόν ἐστι πᾶν τὸ Γαλατικὸν φῦλον, §2.33.3αἵ τε μάχαιραι ταῖς κατασκευαῖς, καθάπερ εἴρηται πρότερον, μίαν ἔχουσι τὴν πρώτην καταφορὰν καιρίαν, ἀπὸ δὲ ταύτης εὐθέως ἀποξυστροῦνται, καμπτόμεναι κατὰ μῆκος καὶ κατὰ πλάτος ἐπὶ τοσοῦτον ὥστʼ ἐὰν μὴ δῷ τις ἀναστροφὴν τοῖς χρωμένοις ἐρείσαντας πρὸς τὴν γῆν ἀπευθῦναι τῷ ποδί, τελέως ἄπρακτον εἶναι τὴν δευτέραν πληγὴν αὐτῶν·
因为他们从过去的危险中看清,整个高卢民族在第一次冲击时,只要其斗志未受挫折,就是最可怕的;而且由于其结构,如前所述,他们的长剑只有第一次劈砍才具有杀伤力,此后便立刻变钝,纵向和横向弯曲得如此厉害,以至于除非有人给使用者以喘息之机,让他们把剑顶在地上用脚踩直,否则他们的第二次打击就会完全无用。
§2.33.4ἀναδόντες οὖν οἱ χιλίαρχοι τὰ τῶν τριαρίων δόρατα τῶν κατόπιν ἐφεστώτων ταῖς πρώταις σπείραις καὶ παραγγείλαντες ἐκ μεταλήψεως τοῖς ξίφεσι χρῆσθαι συνέβαλον ἐκ παρατάξεως κατὰ πρόσωπον τοῖς Κελτοῖς.
因此,军事按察使们将部署在后方的三线兵的矛分发给前排的各个百人队,并命令他们交替使用剑,然后列阵与凯尔特人正面交锋。
§2.33.5ἅμα δὲ τῷ πρὸς τὰ δόρατα ταῖς πρώταις καταφοραῖς χρωμένων τῶν Γαλατῶν ἀχρειωθῆναι τὰς μαχαίρας συνδραμόντες εἰς τὰς χεῖρας τοὺς μὲν Κελτοὺς ἀπράκτους ἐποίησαν, ἀφελόμενοι τὴν ἐκ διάρσεως αὐτῶν μάχην, ὅπερ ἴδιόν ἐστι Γαλατικῆς χρείας, διὰ τὸ μηδαμῶς κέντημα τὸ ξίφος ἔχειν·
当高卢人在对矛进行第一轮劈砍而使他们的剑变得无用时,罗马人立刻与他们展开肉搏,使凯尔特人无能为力,剥夺了他们高举手臂劈砍的战斗方式(这正是高卢人特有的用法),因为他们的剑根本没有刺尖。
§2.33.6αὐτοὶ δʼ οὐκ ἐκ καταφορᾶς ἀλλʼ ἐκ διαλήψεως ὀρθαῖς χρώμενοι ταῖς μαχαίραις, πρακτικοῦ τοῦ κεντήματος περὶ αὐτὰς ὑπάρχοντος, τύπτοντες εἰς τὰ στέρνα καὶ τὰ πρόσωπα καὶ πληγὴν ἐπὶ πληγῇ φέροντες διέφθειραν τοὺς πλείστους τῶν παραταξαμένων διὰ τὴν τῶν χιλιάρχων πρόνοιαν.
罗马人自己则不用劈砍,而是平端长剑进行刺杀,因为这种长剑具有很实用的刺杀功能,他们直刺对手的胸部和面部,一击接一击,由于军事按察使们的先见之明,歼灭了列阵敌军的大部分。
§2.33.7ὁ μὲν γὰρ στρατηγὸς Φλαμίνιος οὐκ ὀρθῶς δοκεῖ κεχρῆσθαι τῷ προειρημένῳ κινδύνῳ.
因为将领弗拉米尼乌斯在上述危机中似乎指挥得并不正确。
παρʼ αὐτὴν γὰρ τὴν ὀφρὺν τοῦ ποταμοῦ ποιησάμενος τὴν ἔκταξιν διέφθειρε τὸ τῆς Ῥωμαϊκῆς μάχης ἴδιον, οὐχ ὑπολειπόμενος τόπον πρὸς τὴν ἐπὶ πόδα ταῖς σπείραις ἀναχώρησιν.
由于他将阵线直接设在河岸的边缘,他破坏了罗马式战斗的特长,没有给各百人队留出向后退却的空间。
§2.33.8εἰ γὰρ συνέβη βραχὺ μόνον πιεσθῆναι τῇ χώρᾳ τοὺς ἄνδρας κατὰ τὴν μάχην, ῥίπτειν ἂν εἰς τὸν ποταμὸν αὑτοὺς ἔδει διὰ τὴν ἀστοχίαν τοῦ προεστῶτος.
因为如果在战斗中,士兵们在阵地上仅被稍稍压制,由于指挥官的失算,他们就不得不投河自尽了。
§2.33.9οὐ μὴν ἀλλά γε πολλῷ νικήσαντες ταῖς σφετέραις ἀρεταῖς, καθάπερ εἶπον, καὶ παμπληθοῦς μὲν λείας, οὐκ ὀλίγων δὲ σκύλων κρατήσαντες ἐπανῆλθον εἰς τὴν Ῥώμην.
然而,正如我所说,他们凭借自己的英勇赢得了大胜,夺取了极多的掠夺物和不少的战利品,回到了罗马。

词汇与语法注释

  1. §2.33.3ὥστʼ ἐὰν μὴ δῷ τις ἀναστροφὴν τοῖς χρωμένοις ἐρείσαντας πρὸς τὴν γῆν ἀπευθῦναι τῷ ποδί — 在由结果连词 `ὥστε` 引导的从句内部,嵌套了一个条件从句 `ἐὰν μὴ δῷ τις...`。宾格复数分词 `ἐρείσαντας` 用作不定式 `ἀπευθῦναι` 的逻辑主语。虽然在语义上指代前文的与格 `τοῖς χρωμένοις`(使用者),但在语法上它转为了不定式所要求的通指宾格主语形式。
  2. §2.33.4ἐκ μεταλήψεως — 意为“交替地”或“轮流地”的习惯用语。此处指罗马士兵的战术步骤:先在前排接过三线兵的矛来抵挡高卢人的第一波攻击,随后立即“换用”(交替使用)自己的剑进行战斗。
  3. §2.33.8ῥίπτειν ἂν εἰς τὸν ποταμὸν αὑτοὺς ἔδει — 与条件从句 `εἰ γὰρ συνέβη` 呼应的过去虚拟条件句主句。虽然表示必要性的无人称过去直说法国有动词(如 `ἔδει`)通常不带语气词 `ἄν` 即可表示虚拟结果,但此处 `ἄν` 修饰不定式 `ῥίπτειν`,从而强调了“本将不得不投水”的虚拟语气。

引用这一段

波利比奥斯, 历史 §2.33.1-2.33.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.33.1-2.33.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。