§2.32.1σούσης αὐτοῖς, εἰς τέλος ἄπρακτον εἶχον.
[流行した]ために、彼らの遠征は結局何の成果もなく終わった。
μετὰ δὲ τούτους κατασταθέντες Πόπλιος Φούριος καὶ Γάιος Φλαμίνιος αὖθις ἐνέβαλον εἰς τὴν Κελτικὴν διὰ τῆς τῶν Ἀνάρων χώρας, οἷς συμβαίνει μὴ μακρὰν ἀπὸ Μασσαλίασ §2.32.2ἔχειν τὴν οἴκησιν.
彼らの後に就任したプブリウス・フリウスとガイウス・フラミニウスは、マッサリアからそう遠くない場所に居住地を持つアナレス族の領土を通って、再びケルトの地に侵入した。
οὓς εἰς τὴν φιλίαν προσαγαγόμενοι διέβησαν εἰς τὴν τῶν Ἰνσόμβρων γῆν κατὰ τὰς συρροίας τοῦ τʼ Ἀδόα καὶ Πάδου ποταμοῦ.
彼らを友好関係に引き入れた上で、彼らはアドゥアス川とパドス川の合流点において、インスブレス族の土地へと渡った。
§2.32.3λαβόντες δὲ πληγὰς περί τε τὴν διάβασιν καὶ περὶ τὴν στρατοπεδείαν παραυτίκα μὲν ἔμειναν, μετὰ δὲ ταῦτα σπεισάμενοι καθʼ ὁμολογίαν ἀνέλυσαν ἐκ τῶν τόπων.
しかし、川の横断の際にも設営中にも打撃を被ったため、当座はそこにとどまったが、その後、合意のもとで条約を結んで、その地を引き払った。
§2.32.4περιελθόντες δὲ πλείους ἡμέρας καὶ διελθόντες τὸν Κλούσιον ποταμὸν ἦλθον εἰς τὴν τῶν Γονομάνων χώραν καὶ προσλαβόντες τούτους, ὄντας συμμάχους, ἐνέβαλον πάλιν ἀπὸ τῶν κατὰ τὰς Ἄλπεις τόπων εἰς τὰ τῶν Ἰνσόμβρων πεδία καὶ τήν τε γῆν ἐδῄουν καὶ τὰς κατοικίας αὐτῶν ἐξεπόρθουν.
そして数日間をかけて迂回し、クルシウス川を渡ってゴノマニ族の領土に至り、同盟者である彼らを味方に引き入れ、アルプス近辺の地方から再びインスブレス族の平野に侵入し、その土地を荒らし、彼らの集落を略奪した。
§2.32.5οἱ δὲ τῶν Ἰνσόμβρων προεστῶτες θεωροῦντες ἀμετάθετον οὖσαν τὴν ἐπιβολὴν τῶν Ῥωμαίων, ἔκριναν τῆς τύχης λαβεῖν πεῖραν καὶ διακινδυνεῦσαι πρὸς αὐτοὺς ὁλοσχερῶς.
インスブレス族の指導者たちは、ローマ人の攻撃の意志が揺るぎないものであることを見て取り、運命の試練を受け、彼らと全面的に決戦を行うことを決意した。
§2.32.6συναθροίσαντες οὖν ἁπάσας τὰς ὑπαρχούσας δυνάμεις ἐπὶ ταὐτὸν καὶ τὰς χρυσᾶς σημείας τὰς ἀκινήτους λεγομένας καθελόντες ἐκ τοῦ τῆς Ἀθηνᾶς ἱεροῦ καὶ τἄλλα παρασκευασάμενοι δεόντως μετὰ ταῦτα τεθαρρηκότως καὶ καταπληκτικῶς ἀντεστρατοπέδευσαν τοῖς πολεμίοις, ὄντες τὸ πλῆθος εἰς πέντε μυριάδας.
そこで彼らは、手元にある全軍勢を一箇所に集め、アテナの神殿から「動かさざるもの」と呼ばれる金の軍旗を降ろし、その他必要な準備を整えた上で、自信に満ち、恐るべき様子で敵の向かいに陣を敷いた。 その兵力は五万に及んだ。
§2.32.7οἱ δὲ Ῥωμαῖοι τὰ μὲν ὁρῶντες σφᾶς ἐλάττους ὄντας παρὰ πολὺ τῶν ἐναντίων, ἐβούλοντο συγχρῆσθαι ταῖς τῶν συμμαχούντων αὐτοῖς Κελτῶν δυνάμεσι· §2.32.8τὰ δὲ συλλογισάμενοι τήν τε Γαλατικὴν ἀθεσίαν καὶ διότι πρὸς ὁμοφύλους τῶν προσλαμβανομένων μέλλουσι ποιεῖσθαι τὸν κίνδυνον, εὐλαβοῦντο τοιούτοις ἀνδράσιν τοιούτου καιροῦ καὶ πράγματος κοινωνεῖν.
一方、ローマ人は、自分たちの数が敵に比べてはるかに少ないのを見て、同盟関係にあるケルト人の軍勢を利用しようと考えたが、他方で、ガリア人の不実さと、味方に引き入れようとしている者たちの同族に対して戦いを挑もうとしているのだということを考慮し、このような時期と事態において、そのような者たちと命運を共にすることを警戒した。
§2.32.9τέλος δʼ οὖν αὐτοὶ μὲν ὑπέμειναν ἐντὸς τοῦ ποταμοῦ, τοὺς δὲ τῶν Κελτῶν σφίσι συνόντας διαβιβάσαντες εἰς τὸ πέραν ἀνέσπασαν τὰς ἐπὶ τοῦ ῥείθρου γεφύρας,
ついに、彼ら自身は川の手前にとどまり、同行していたケルト人たちを対岸に渡らせた上で、流れに架かる橋を引き落とした。
§2.32.10ἅμα μὲν ἀσφαλιζόμενοι τὰ πρὸς ἐκείνους, ἅμα δὲ μίαν ἑαυτοῖς ἀπολείποντες ἐλπίδα τῆς σωτηρίας τὴν ἐν τῷ νικᾶν διὰ τὸ κατόπιν αὐτοῖς ἄβατον ὄντα παρακεῖσθαι τὸν προειρημένον ποταμόν.
これは、一方では彼らに対する安全を確保するためであり、他方では、自分たちの背後に前述の川が通行不可能な状態で横たわっているために、勝利の中にしか自らの生存の唯一の希望を残さないためであった。
§2.32.11πράξαντες δὲ ταῦτα πρὸς τῷ διακινδυνεύειν ἦσαν.
このような処置をとった上で、彼らは決戦を迎えようとしていた。