Humanitext Reader

ポリュビオス · 歴史 §2.30.1-2.30.9

テラモンの戦いにおけるケルト軍の壊滅

118 / 1311 箇所 · ギリシア語

要旨

ローマの投槍兵の猛攻に対し、防具のないガエサタエ族は大損害を被って退散し、続いて行われた歩兵同士の激しい白兵戦でも、ケルト諸族は武器の性能差とローマ騎兵の側面攻撃により壊滅した。

§2.30.1κίνδυνον.
危険へと。
πλὴν ἅμα τῷ τοὺς ἀκοντιστὰς προελθόντας ἐκ τῶν Ῥωμαϊκῶν στρατοπέδων κατὰ τὸν ἐθισμὸν εἰσακοντίζειν ἐνεργοῖς καὶ πυκνοῖς τοῖς βέλεσιν, τοῖς μὲν ὀπίσω τῶν Κελτῶν πολλὴν εὐχρηστίαν οἱ σάγοι μετὰ τῶν ἀναξυρίδων παρεῖχον·
しかしながら、ローマの陣営から前進した投槍兵たちが、慣習に従って、効果的で密集した投槍によって槍を投げかけると同時に、ケルト人の後方にいる者たちにとっては、マントとズボンが大きな便宜を提供した。
§2.30.2τοῖς δὲ γυμνοῖς προεστῶσι παρὰ τὴν προσδοκίαν τοῦ πράγματος συμβαίνοντος τἀναντία πολλὴν ἀπορίαν καὶ δυσχρηστίαν παρεῖχε τὸ γινόμενον.
しかし、最前列にいる裸の者たちにとっては、事態が予想に反して逆の展開を見せたため、起きている事柄が大きな困難と不都合をもたらした。
§2.30.3οὐ γὰρ δυναμένου τοῦ Γαλατικοῦ θυρεοῦ τὸν ἄνδρα περισκέπειν, ὅσῳ γυμνὰ καὶ μείζω τὰ σώματʼ ἦν, τοσούτῳ συνέβαινε μᾶλλον τὰ βέλη πίπτειν ἔνδον.
なぜなら、ガリア人の盾は身体を完全に覆うことができず、彼らの身体が裸で大きければ大きいほど、それだけ多くの槍が内側に命中することになったからである。
§2.30.4τέλος δʼ οὐ δυνάμενοι μὲν ἀμύνασθαι τοὺς εἰσακοντίζοντας διὰ τὴν ἀπόστασιν καὶ τὸ πλῆθος τῶν πιπτόντων βελῶν, περικακοῦντες δὲ καὶ δυσχρηστούμενοι τοῖς παροῦσιν, οἱ μὲν εἰς τοὺς πολεμίους ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ἀλογιστίας εἰκῇ προπίπτοντες καὶ διδόντες σφᾶς αὐτοὺς ἑκουσίως ἀπέθνησκον, οἱ δʼ εἰς τοὺς φίλους ἀναχωροῦντες ἐπὶ πόδα καὶ προδήλως ἀποδειλιῶντες διέστρεφον τοὺς κατόπιν.
ついに彼らは、距離の遠さと降り注ぐ槍の多さのために投槍兵たちに反撃することができず、現在の状況に苦しみ困惑して、ある者たちは怒りと無分別から敵に向かってむやみに突進し、自らを自発的に差し出して死んでいき、他の者たちは一歩一歩味方の方へと後退し、明らかに臆病風を吹かせて、後方の者たちを混乱させた。
§2.30.5τὸ μὲν οὖν τῶν Γαισάτων φρόνημα παρὰ τοῖς ἀκοντισταῖς τούτῳ τῷ τρόπῳ κατελύθη,
こうして、ガエサタエの意気は、投槍兵たちによってこのように打ち砕かれた。
§2.30.6τὸ δὲ τῶν Ἰνσόμβρων καὶ Βοίων ἔτι δὲ Ταυρίσκων πλῆθος, ἅμα τῷ τοὺς Ῥωμαίους δεξαμένους τοὺς ἑαυτῶν ἀκοντιστὰς προσβάλλειν σφίσι τὰς σπείρας, συμπεσὸν τοῖς πολεμίοις ἐκ χειρὸς ἐποίει μάχην ἐχυράν.
しかし、インスブレス族、ボイイ族、さらにタウリスク族の軍勢は、ローマ軍が自軍の投槍兵を後方に収容してその歩兵部隊を彼らに突撃させると同時に、敵と衝突し、白兵戦となって激しい戦闘を展開した。
§2.30.7διακοπτόμενοι γὰρ ἔμενον ἐπʼ ἴσον ταῖς ψυχαῖς, αὐτῷ τούτῳ καὶ καθόλου καὶ κατʼ ἄνδρα λειπόμενοι, ταῖς τῶν ὅπλων κατασκευαῖς.
なぜなら、彼らは切り裂かれながらも、闘志においては互角に持ちこたえたが、まさにこの点、すなわち全体としても個々の戦士としても、武器の装備において劣っていたからである。
§2.30.8οἱ μὲν οὖν θυρεοὶ πρὸς ἀσφάλειαν, αἱ δὲ μάχαιραι πρὸς πρᾶξιν μεγάλην διαφορὰν ἔχειν, τὴν δὲ Γαλατικὴν καταφορὰν ἔχειν μόνον.
すなわち、盾は防御のために、剣は攻撃の効力において大きな違いを持っていたのに対し、ガリアの剣は振り下ろすことしかできなかったのである。
§2.30.9ἐπεὶ δʼ ἐξ ὑπερδεξίων καὶ κατὰ κέρας οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐμβαλόντες ἀπὸ τοῦ λόφου προσέφερον τὰς χεῖρας ἐρρωμένως, τόθʼ οἱ μὲν πεζοὶ τῶν Κελτῶν ἐν αὐτῷ τῷ τῆς παρατάξεως τόπῳ κατεκόπησαν, οἱ δʼ ἱππεῖς πρὸς φυγὴν ὥρμησαν.
しかし、ローマの騎兵が丘の上から高所から、そして側面から突撃し、力強く攻撃を加えると、そのとき、ケルトの歩兵は布陣していたまさにその場所で切り伏せられ、騎兵は逃走へと走った。

語釈・文法注

  1. 2.30.1ἅμα τῷ ... εἰσακοντίζειν — ἅμα τῷ + 不定詞(ここでは τοὺς ἀκοντιστὰς が不定詞の意味上の主語)の構文で、「〜すると同時に」という時間的な同時性を示す。Polybios の文体で多用される表現の一つであり、同章の §2.30.6 にも同様の構文が現れる。
  2. 2.30.8ἔχειν ... ἔχειν μόνον — 主動詞を伴わずに現れる不定詞(ἔχειν)で、前節の「武器の装備の違い(ταῖς τῶν ὅπλων κατασκευαῖς)」について、一般的な評価や見解を挿入・説明する間接話法的、もしくは客観的な解説を補足するための不定詞の用法である。

この箇所を引用する

ポリュビオス, 歴史 §2.30.1-2.30.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.30.1-2.30.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。