§2.31.1ἀπέθανον μὲν οὖν τῶν Κελτῶν εἰς τετρακισμυρίους, ἑάλωσαν δʼ οὐκ ἐλάττους μυρίων, ἐν οἷς καὶ τῶν βασιλέων Κογκολιτάνος.
こうして、ケルト人のうち約四万人が死亡し、一万人を下らない者が捕虜となったが、その中には彼らの王の一人であるコンコリタノスも含まれていた。
§2.31.2ὁ δʼ ἕτερος αὐτῶν Ἀνηρόεστος εἴς τινα τόπον συμφυγὼν μετʼ ὀλίγων προσήνεγκε τὰς χεῖρας αὑτῷ καὶ τοῖς ἀναγκαίοις.
もう一人の王アネロエストスは、少数の者たちとともにある場所へと逃れ、自分自身と親族たちに手を下した。
§2.31.3ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων τὰ μὲν σκῦλα συναθροίσας εἰς τὴν Ῥώμην ἀπέστειλε, τὴν δὲ λείαν ἀπέδωκε τοῖς προσήκουσιν.
ローマの将軍は、戦利品を集めてローマに送り、略奪品は本来の所有者たちに返還した。
§2.31.4αὐτὸς δʼ ἀναλαβὼν τὰ στρατόπεδα καὶ διελθὼν παρʼ αὐτὴν τὴν Λιγυστικὴν εἰς τὴν τῶν Βοίων ἐνέβαλε χώραν.
彼自身は軍を引き連れて、リグリアの地のまさに境界に沿って進み、ボイイ族の領土に侵入した。
πληρώσας δὲ τὰς ὁρμὰς τῶν στρατοπέδων τῆς ὠφελείας, ἐν ὀλίγαις ἡμέραις ἧκεν μετὰ τῶν δυνάμεων εἰς τὴν Ῥώμην.
そして、軍の兵士たちの欲望を十分な略奪品で満たした後に、数日のうちに軍勢とともにローマに戻った。
§2.31.5καὶ τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημείαις καὶ τοῖς μανιάκαις — τοῦτο δʼ ἔστι χρυσοῦν ψέλιον, ὃ φοροῦσι περὶ τὸν τράχηλον οἱ Γαλάται — §2.31.6τοῖς δὲ λοιποῖς σκύλοις καὶ τοῖς αἰχμαλώτοις πρὸς τὴν εἴσοδον ἐχρήσατο τὴν ἑαυτοῦ καὶ πρὸς τὴν τοῦ θριάμβου διακόσμησιν.
そして、カピトリウムを軍旗とマニアケス――これはガリア人が首の周りにかける金の首輪のことである――で飾り、残りの戦利品と捕虜を、自分自身の入城式と凱旋式の装飾のために用いた。
§2.31.7ἡ μὲν οὖν βαρυτάτη τῶν Κελτῶν ἔφοδος οὕτω καὶ τούτῳ τῷ τρόπῳ διεφθάρη, πᾶσι μὲν Ἰταλιώταις, μάλιστα δὲ Ῥωμαίοις μέγαν καὶ φοβερὸν ἐπικρεμάσασα κίνδυνον.
こうして、すべてのイタリア人、とりわけローマ人に巨大で恐るべき危険を突きつけていた、ケルト人の最も深刻な襲撃は、このようにして退けられた。
§2.31.8ἀπὸ δὲ τοῦ κατορθώματος τούτου κατελπίσαντες Ῥωμαῖοι δυνήσεσθαι τοὺς Κελτοὺς ἐκ τῶν τόπων τῶν περὶ τὸν Πάδον ὁλοσχερῶς ἐκβαλεῖν, τούς τε μετὰ ταῦτα κατασταθέντας ὑπάτους Κόϊντον Φόλουιον καὶ Τίτον Μάλιον ἀμφοτέρους καὶ τὰς δυνάμεις μετὰ παρασκευῆς μεγάλης ἐξαπέστειλαν ἐπὶ τοὺς Κελτούς.
この成功から、ローマ人はパドス川周辺の地域からケルト人を完全に駆逐することができるだろうと期待を抱き、その後に任命された執政官であるクイントゥス・フルウィウスとティトゥス・マンリウスの両名、およびその軍勢を、大規模な準備を整えた上でケルト人に対して派遣した。