§2.29.1λεγομένων τὸ γεγονός.
(前文から続く)語られる内容からその出来事を(思い浮かべることができる者たちにとっても同様であった)。
πρῶτον μὲν γὰρ ἐκ τριῶν στρατοπέδων τῆς μάχης συνισταμένης, δῆλον ὡς ξένην καὶ παρηλλαγμένην εἰκὸς καὶ τὴν ἐπιφάνειαν καὶ τὴν χρείαν φαίνεσθαι τοῦ συντεταγμένου.
第一に、三つの軍勢から戦いが生じていたことから、整列した軍勢の外観もその実戦的な動きも、異例で普通とは異なったものとして現れるのは自然なことであり、明らかだからである。
§2.29.2δεύτερον δὲ πῶς οὐκ ἂν ἀπορήσαι τις καὶ νῦν καὶ τότε παρʼ αὐτὸν ὢν τὸν καιρὸν πότερον οἱ Κελτοὶ τὴν ἐπισφαλεστάτην εἶχον χώραν, ἐξ ἀμφοῖν τοῖν μεροῖν ἅμα τῶν πολεμίων ἐπαγόντων αὐτοῖς, §2.29.3ἢ τοὐναντίον τὴν ἐπιτευκτικωτάτην, ἅμα μὲν ἀγωνιζόμενοι πρὸς ἀμφοτέρους, ἅμα δὲ τὴν ἀφʼ ἑκατέρων ἀσφάλειαν ἐκ τῶν ὄπισθεν αὑτοῖς παρασκευάζοντες, τὸ δὲ μέγιστον, ἀποκεκλειμένης πάσης τῆς εἰς τοὔπισθεν ἀναχωρήσεως καὶ τῆς ἐν τῷ λείπεσθαι σωτηρίας;
第二に、今でも、また当時その瞬間にその場にいた者でも、ケルト人が最も危険な位置を占めていたのか(敵が両方の側から同時に彼らに攻めかかっていたのだから)、それとも逆に、最も有利な位置を占めていたのか(彼らは同時に両方の敵と戦いながら、同時に双方からの安全を自らの後方によって確保していたのであり、そして何よりも、後方へのあらゆる退路や敗北した場合の生存の道が断たれていたのだから)、疑問に思わない者があろうか。
§2.29.4ἡ γὰρ τῆς ἀμφιστόμου τάξεως ἰδιότης τοιαύτην ἔχει τὴν χρείαν.
なぜなら、前後二正面を向いた陣形の特異性は、そのような実用的効果を持つからである。
§2.29.5τούς γε μὴν Ῥωμαίους τὰ μὲν εὐθαρσεῖς ἐποίει τὸ μέσους καὶ πάντοθεν περιειληφέναι τοὺς πολεμίους, τὰ δὲ πάλιν ὁ κόσμος αὐτοὺς καὶ θόρυβος ἐξέπληττε τῆς τῶν Κελτῶν δυνάμεως.
一方、ローマ人たちにとっては、敵を中間に挟み込み、四方から包囲していることは彼らを奮起させたものの、他方では、ケルト人の軍勢の隊列と喧騒が彼らを畏怖させた。
§2.29.6ἀναρίθμητον μὲν γὰρ ἦν τὸ τῶν βυκανητῶν καὶ σαλπιγκτῶν πλῆθος. οἷς ἅμα τοῦ παντὸς στρατοπέδου συμπαιανίζοντος τηλικαύτην καὶ τοιαύτην συνέβαινε γίνεσθαι κραυγὴν ὥστε μὴ μόνον τὰς σάλπιγγας καὶ τὰς δυνάμεις, ἀλλὰ καὶ τοὺς παρακειμένους τόπους συνηχοῦντας ἐξ αὑτῶν δοκεῖν προΐεσθαι φωνήν.
というのも、角笛吹きと喇叭吹きの数は数え切れないほどであり、彼らと同時に全軍が鬨の声を上げることで、生じる叫び声は非常に大きく凄まじいものであったため、喇叭や軍勢だけでなく、隣接する土地までもが響き渡り、それ自体から声を上げているように思われるほどだったからである。
§2.29.7ἐκπληκτικὴ δʼ ἦν καὶ τῶν γυμνῶν προεστώτων ἀνδρῶν ἥ τʼ ἐπιφάνεια καὶ κίνησις, ὡς ἂν διαφερόντων ταῖς ἀκμαῖς καὶ τοῖς εἴδεσι.
また、最前列に立つ裸の男たちの外見と動きも、体格と美しさにおいて抜きん出ているだけに、畏怖を抱かせるものであった。
§2.29.8πάντες δʼ οἱ τὰς πρώτας κατέχοντες σπείρας χρυσοῖς μανιάκαις καὶ περιχείροις ἦσαν κατακεκοσμημένοι.
そして、最前列の部隊を占める者は全員、黄金の首飾りや腕輪で身を飾っていた。
§2.29.9πρὸς ἃ βλέποντες οἱ Ῥωμαῖοι τὰ μὲν ἐξεπλήττοντο, τὰ δʼ ὑπὸ τῆς τοῦ λυσιτελοῦς ἐλπίδος ἀγόμενοι διπλασίως παρωξύνοντο πρὸς τὸν
これらを見て、ローマ人たちは一方では畏怖したものの、他方では戦利品への期待に導かれて、……に対して二倍も激しく奮起させられた。