Humanitext Reader

波利比奥斯 · 历史 §2.30.1-2.30.9

泰拉蒙战役中凯尔特联军的溃败

第 118 段,共 1311 段 · 希腊语

内容简介

面对罗马投枪手的猛烈打击,没有防具的盖萨泰人损失惨重并败退。在随后的激烈步兵白兵战中,凯尔特人因武器装备劣势和罗马骑兵的侧翼突袭而最终溃败。

§2.30.1κίνδυνον.
危险。
πλὴν ἅμα τῷ τοὺς ἀκοντιστὰς προελθόντας ἐκ τῶν Ῥωμαϊκῶν στρατοπέδων κατὰ τὸν ἐθισμὸν εἰσακοντίζειν ἐνεργοῖς καὶ πυκνοῖς τοῖς βέλεσιν, τοῖς μὲν ὀπίσω τῶν Κελτῶν πολλὴν εὐχρηστίαν οἱ σάγοι μετὰ τῶν ἀναξυρίδων παρεῖχον· §2.30.2τοῖς δὲ γυμνοῖς προεστῶσι παρὰ τὴν προσδοκίαν τοῦ πράγματος συμβαίνοντος τἀναντία πολλὴν ἀπορίαν καὶ δυσχρηστίαν παρεῖχε τὸ γινόμενον.
然而,当从罗马军营中上前冲锋的投枪兵按照惯例,以有效而密集的投枪开始射击时,对于在后方的凯尔特人来说,斗篷和长裤提供了很大的保护;但对于最前列的赤裸者来说,由于事态的发展出乎他们的意料,相反地,正在发生的事情给他们带来了极大的困境和不便。
§2.30.3οὐ γὰρ δυναμένου τοῦ Γαλατικοῦ θυρεοῦ τὸν ἄνδρα περισκέπειν, ὅσῳ γυμνὰ καὶ μείζω τὰ σώματʼ ἦν, τοσούτῳ συνέβαινε μᾶλλον τὰ βέλη πίπτειν ἔνδον.
因为高卢人的盾牌无法遮挡全身,他们的身体越是赤裸且高大,投枪就越是容易击中他们。
§2.30.4τέλος δʼ οὐ δυνάμενοι μὲν ἀμύνασθαι τοὺς εἰσακοντίζοντας διὰ τὴν ἀπόστασιν καὶ τὸ πλῆθος τῶν πιπτόντων βελῶν, περικακοῦντες δὲ καὶ δυσχρηστούμενοι τοῖς παροῦσιν, οἱ μὲν εἰς τοὺς πολεμίους ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ἀλογιστίας εἰκῇ προπίπτοντες καὶ διδόντες σφᾶς αὐτοὺς ἑκουσίως ἀπέθνησκον, οἱ δʼ εἰς τοὺς φίλους ἀναχωροῦντες ἐπὶ πόδα καὶ προδήλως ἀποδειλιῶντες διέστρεφον τοὺς κατόπιν.
最终,由于距离遥远和落下的投枪数量众多,他们无法反击那些投枪手,并在眼前的困境中感到无比痛苦和无奈;一些人因愤怒和失去理智而盲目地向敌人冲去,甘愿送死,另一些人则一步一步向友军退缩,显露出明显的怯懦,从而使后方的人陷入混乱。
§2.30.5τὸ μὲν οὖν τῶν Γαισάτων φρόνημα παρὰ τοῖς ἀκοντισταῖς τούτῳ τῷ τρόπῳ κατελύθη,
于是,盖萨泰人的锐气就这样被投枪手们挫败了。
§2.30.6τὸ δὲ τῶν Ἰνσόμβρων καὶ Βοίων ἔτι δὲ Ταυρίσκων πλῆθος, ἅμα τῷ τοὺς Ῥωμαίους δεξαμένους τοὺς ἑαυτῶν ἀκοντιστὰς προσβάλλειν σφίσι τὰς σπείρας, συμπεσὸν τοῖς πολεμίοις ἐκ χειρὸς ἐποίει μάχην ἐχυράν.
至于因苏布雷人、波伊人和陶里斯基人的主力,在罗马人收回自军的投枪手并让步兵大队发起冲锋的同时,他们与敌人猛烈碰撞,展开了激烈的白兵战。
§2.30.7διακοπτόμενοι γὰρ ἔμενον ἐπʼ ἴσον ταῖς ψυχαῖς, αὐτῷ τούτῳ καὶ καθόλου καὶ κατʼ ἄνδρα λειπόμενοι, ταῖς τῶν ὅπλων κατασκευαῖς.
因为即使遭到砍杀,他们仍凭着同样坚强的意志坚守阵地,仅在这一方面——无论就整体还是个人而言——由于武器装备的构造而处于劣势。
§2.30.8οἱ μὲν οὖν θυρεοὶ πρὸς ἀσφάλειαν, αἱ δὲ μάχαιραι πρὸς πρᾶξιν μεγάλην διαφορὰν ἔχειν, τὴν δὲ Γαλατικὴν καταφορὰν ἔχειν μόνον.
也就是说,防守用的盾牌和进攻用的剑在效能上存在巨大差异,而高卢人的剑只能用于向下劈砍。
§2.30.9ἐπεὶ δʼ ἐξ ὑπερδεξίων καὶ κατὰ κέρας οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐμβαλόντες ἀπὸ τοῦ λόφου προσέφερον τὰς χεῖρας ἐρρωμένως, τόθʼ οἱ μὲν πεζοὶ τῶν Κελτῶν ἐν αὐτῷ τῷ τῆς παρατάξεως τόπῳ κατεκόπησαν, οἱ δʼ ἱππεῖς πρὸς φυγὴν ὥρμησαν.
当罗马骑兵从高处以及侧翼从山上发起冲锋,并强有力地展开攻击时,凯尔特步兵便在他们列阵的原地被斩杀殆尽,而他们的骑兵则开始四散逃跑。

词汇与语法注释

  1. 2.30.1ἅμα τῷ ... εἰσακοντίζειν — ἅμα τῷ + 不定式(此处 τοὺς ἀκοντιστὰς 为不定式的逻辑主语)结构,表示“与此同时”的时间同步性。这是波利比乌斯文体中常用的表达方式,在同章的 §2.30.6 中也出现了相同的句式。
  2. 2.30.8ἔχειν ... ἔχειν μόνον — 在没有主动词的情况下出现的不定式(ἔχειν),属于间接引语或补充说明的用法,用以对前一句提到的“武器装备的构造(ταῖς τῶν ὅπλων κατασκευαῖς)”进行一般的客观评估与对比解释。

引用这一段

波利比奥斯, 历史 §2.30.1-2.30.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.30.1-2.30.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。