§2.22.1διόπερ εὐθέως τὰ μέγιστα τῶν ἐθνῶν, τό τε τῶν Ἰνσόμβρων καὶ Βοίων, συμφρονήσαντα διεπέμποντο πρὸς τοὺς κατὰ τὰς Ἄλπεις καὶ περὶ τὸν Ῥοδανὸν ποταμὸν κατοικοῦντας Γαλάτας, προσαγορευομένους δὲ διὰ τὸ μισθοῦ στρατεύειν Γαισάτους·
それゆえ直ちに、最大の部族であるインスブレス人とボイイ人は、互いに合意して、アルプス近辺やローヌ川周辺に居住するガラティア人たちのもとへ使者を送った。
ἡ γὰρ λέξις αὕτη τοῦτο σημαίνει κυρίως.
彼らは賃金のために軍役につくことから「ガイサトイ」と呼ばれており、実際、この言葉は本来そのことを意味している。
§2.22.2ὧν τοῖς βασιλεῦσι Κογκολιτάνῳ καὶ Ἀνηροέστῳ παραυτίκα μὲν χρυσίου προτείναντες πλῆθος, εἰς τὸ μέλλον δʼ ὑποδεικνύντες τὸ μέγεθος τῆς Ῥωμαίων εὐδαιμονίας καὶ τὸ πλῆθος τῶν ὑπαρξόντων αὐτοῖς ἀγαθῶν, ἐὰν κρατήσωσι, προετρέποντο καὶ παρώξυνον πρὸς τὴν ἐπὶ Ῥωμαίους στρατείαν.
彼らはその王たちであるコンコリタヌスとアネロエストゥスに対して、差し当たりは大量の黄金を提示し、将来については、もし勝利したならば彼らのものとなるであろうローマ人の豊かな富の規模と、彼らが手にするであろう夥しい財宝を示唆して、ローマに対する遠征へと促し、扇動した。
§2.22.3ῥᾳδίως δʼ ἔπεισαν, ἅμα τοῖς προειρημένοις διδόντες μὲν τὰ πιστὰ περὶ τῆς αὑτῶν συμμαχίας, ἀναμιμνήσκοντες δὲ τῆς τῶν ἰδίων προγόνων πράξεως αὐτούς·
彼らは、前述の提案と同時に自らの同盟に対する確約を与える一方で、彼らに自分たち自身の祖先の偉業を思い出させることで、容易に説得した。
§2.22.4ἐν ᾗ ʼκεῖνοι στρατεύσαντες οὐ μόνον ἐνίκησαν μαχόμενοι Ῥωμαίους, ἀλλὰ καὶ μετὰ τὴν μάχην ἐξ ἐφόδου κατέσχον αὐτὴν τὴν Ῥώμην·
その偉業において、彼らの祖先は遠征して戦い、ローマ人を打ち破っただけでなく、戦闘の後に急襲によってローマ市そのものを占領したのである。
§2.22.5γενόμενοι δὲ καὶ τῶν ὑπαρχόντων ἁπάντων ἐγκρατεῖς καὶ τῆς πόλεως αὐτῆς ἑπτὰ μῆνας κυριεύσαντες, τέλος ἐθελοντὶ καὶ μετὰ χάριτος παραδόντες τὴν πόλιν, ἄθραυστοι καὶ ἀσινεῖς ἔχοντες τὴν ὠφέλειαν εἰς τὴν οἰκείαν ἐπανῆλθον.
また、そこにあったすべての財産を手中に収め、都市そのものを七ヶ月間支配したのち、最後には自発的に、かつ好意をもって都市を返還し、何ら傷つくことも損害を被ることもなく、戦利品を携えて故郷へと戻ったのである。
§2.22.6ὧν ἀκούοντες οἱ περὶ αὐτοὺς ἡγεμόνες οὕτω παρωρμήθησαν ἐπὶ τὴν στρατείαν ὥστε μηδέποτε μήτε πλείους μήτʼ ἐνδοξοτέρους μήτε μαχιμωτέρους ἄνδρας ἐξελθεῖν ἐκ τούτων τῶν τόπων τῆς Γαλατίας.
これらを聞いたガイサトイの指導者たちは、遠征に向けて非常に奮い立ち、ガラティアのこれらの地域から、これほど多く、これほど名高く、これほど戦闘能力の高い男たちが出陣したことはかつてなかったほどであった。
§2.22.7κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὰ μὲν ἀκούοντες τὰ δὲ καταμαντευόμενοι τὸ μέλλον εἰς φόβους ἐνέπιπτον συνεχεῖς καὶ ταραχὰς ἐπὶ τοσοῦτον, §2.22.8ὥστε ποτὲ μὲν στρατόπεδα καταγράφειν καὶ σίτου καὶ τῶν ἐπιτηδείων ποιεῖσθαι παρασκευάς, ποτὲ δὲ καὶ τὰς δυνάμεις ἐξάγειν ἐπὶ τοὺς ὅρους, ὡς ἤδη παρόντων εἰς τὴν χώραν τῶν πολεμίων, οὐδέπω κεκινηκότων ἐκ τῆς οἰκείας τῶν Κελτῶν.
この時期、ローマ人たちはあることは耳にし、またあることは未来を予測して、絶えざる恐怖と大混乱にこれほどまでに陥り、ケルト人たちがまだ故郷から出発さえしていなかったにもかかわらず、ある時は軍勢を徴募し、兵糧や物資の準備をし、またある時は、敵がすでに自国領土に侵入しているかのように軍勢を国境へと出撃させた。
§2.22.9οὐκ ἐλάχιστα δὲ συνήργησεν καὶ Καρχηδονίοις τοῦτο τὸ κίνημα πρὸς τὸ κατασκευάσασθαι τὰ κατὰ τὴν Ἰβηρίαν ἀσφαλῶς.
この不穏な動きはカルタゴ人にとっても、イベリアにおける彼らの地盤を安全に構築することに対して、少なからず資することとなった。
§2.22.10Ῥωμαῖοι γάρ, ὡς καὶ πρόσθεν ἡμῖν εἴρηται, κρίνοντες ἀναγκαιότερα ταῦτα διὰ τὸ πρὸς ταῖς πλευραῖς αὐτῶν ὑπάρχειν παρορᾶν ἠναγκάζοντο τὰ κατὰ τὴν Ἰβηρίαν, σπουδάζοντες πρότερον ἐν καλῷ θέσθαι τὰ κατὰ τοὺς Κελτούς.
というのもローマ人は、以前にも私たちが述べたように、この事態は自分たちの脇腹に存在するために、より差し迫ったものであると判断し、あらかじめケルト人に関する事態を好ましい状態に落ち着かせることに熱中するあまり、イベリアの状況を看過せざるを得なかったからである。
§2.22.11διόπερ ἀσφαλισάμενοι τὰ πρὸς τοὺς Καρχηδονίους διὰ τῶν πρὸς τὸν Ἀσδρούβαν ὁμολογιῶν, ὑπὲρ ὧν ἄρτι δεδηλώκαμεν, ἐνεχείρησαν ὁμοθυμαδὸν ἐν τούτοις τοῖς καιροῖς πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν πολεμίους, νομίζοντες συμφέρειν σφίσι τὸ διακριθῆναι πρὸς τούτους.
それゆえ、ハスドルバルとの協定――これについては今しがた説明した通りだが――によってカルタゴ人との関係を確かなものにした上で、この時期、彼らとの決着をつけることが自分たちにとって有益であると考え、イタリアにおける敵に一致団結して立ち向かった。