§2.21.1Γαλάται δʼ ἐκ τῶν προειρημένων ἐλαττωμάτων ἔτη μὲν πέντε καὶ τετταράκοντα τὴν ἡσυχίαν ἔσχον, εἰρήνην ἄγοντες πρὸς Ῥωμαίους.
ガラティア人たちは前述の敗北により四十五年間のあいだ平穏を保ち、ローマ人との平和を維持していた。
§2.21.2ἐπεὶ δʼ οἱ μὲν αὐτόπται γεγονότες τῶν δεινῶν ἐκ τοῦ ζῆν ἐξεχώρησαν διὰ τὸν χρόνον, ἐπεγένοντο δὲ νέοι, θυμοῦ μὲν ἀλογίστου πλήρεις, ἄπειροι δὲ καὶ ἀόρατοι παντὸς κακοῦ καὶ πάσης περιστάσεως,
しかし、惨劇を身を以て目撃した者たちが時の経過とともに世を去り、理性のない怒りに満ち、あらゆる災難やいかなる逆境も経験したことがなく、目にしたこともない若者たちが台頭してくると、彼らは再び現状を打破しようとし始めた。
§2.21.3αὖθις ἤρξαντο τὰ καθεστῶτα κινεῖν, ὃ φύσιν ἔχει γίνεσθαι καὶ τραχύνεσθαι μὲν ἐκ τῶν τυχόντων πρὸς Ῥωμαίους, ἐπισπᾶσθαι δὲ τοὺς ἐκ τῶν Ἄλπεων Γαλάτας.
これは自然なことであり、彼らはささいなきっかけからローマ人に反抗して態度を硬化させ、アルプス以北のガラティア人たちを引き寄せることになった。
§2.21.4τὸ μὲν οὖν πρῶτον χωρὶς τοῦ πλήθους διʼ αὐτῶν τῶν ἡγουμένων ἐν ἀπορρήτοις ἐπράττετο τὰ προειρημένα.
そこでまず、民衆には知らせず、指導者たち自身によって、前述の企てが秘密裏に進められた。
§2.21.5διὸ καὶ παραγενομένων τῶν Τρανσαλπίνων ἕως Ἀριμίνου μετὰ δυνάμεως, διαπιστήσαντα τὰ πλήθη τῶν Βοίων καὶ στασιάσαντα πρός τε τοὺς ἑαυτῶν προεστῶτας καὶ πρὸς τοὺς παραγεγονότας ἀνεῖλον μὲν τοὺς ἰδίους βασιλεῖς Ἄτιν καὶ Γάλατον, κατέκοψαν δʼ ἀλλήλους, συμβαλόντες ἐκ παρατάξεων.
そのため、アルプス越えのガラティア人が軍勢を率いてアリミヌムまでやって来ると、ボイイ人の民衆は不信感を抱き、自らの指導者たちおよびやって来た者たちに対して反乱を起こし、自らの王であるアティスとガラトスを殺害し、さらに陣を敷いて戦い、互いを切り殺し合った。
§2.21.6ὅτε δὴ καὶ Ῥωμαῖοι κατάφοβοι γενόμενοι τὴν ἔφοδον ἐξῆλθον μετὰ στρατοπέδου· συνέντες δὲ τὴν αὐθαίρετον καταφθορὰν τῶν Γαλατῶν αὖθις ἀνεχώρησαν εἰς τὴν οἰκείαν.
その際、ローマ人もその襲来を恐れて軍を率いて出陣したが、ガラティア人たちが自滅したことを知り、再び自国へ撤退した。
§2.21.7μετὰ δὲ τοῦτον τὸν φόβον ἔτει πέμπτῳ, Μάρκου Λεπέδου στρατηγοῦντος, κατεκληρούχησαν ἐν Γαλατίᾳ Ῥωμαῖοι τὴν Πικεντίνην προσαγορευομένην χώραν, ἐξ ἧς νικήσαντες ἐξέβαλον τοὺς Σήνωνας προσαγορευομένους Γαλάτας,
この恐怖から五年後、マルクス・レピドゥスが執政官のとき、ローマ人はガラティアにおいてピケンティネと呼ばれる土地を分配した。 彼らはかつて勝利して、セノネスと呼ばれるガラティア人をその地から追い出していたのである。
§2.21.8Γαΐου Φλαμινίου ταύτην τὴν δημαγωγίαν εἰσηγησαμένου καὶ πολιτείαν, ἣν δὴ καὶ Ῥωμαίοις ὡς ἔπος εἰπεῖν φατέον ἀρχηγὸν μὲν γενέσθαι τῆς ἐπὶ τὸ χεῖρον τοῦ δήμου διαστροφῆς, αἰτίαν δὲ καὶ τοῦ μετὰ ταῦτα πολέμου συστάντος αὐτοῖς πρὸς τοὺς προειρημένους.
ガイウス・フラミニウスがこの民衆迎合的な政策と法案を提案した。 これこそが、言うなればローマ人にとって民衆の堕落の第一歩となり、また、その後に彼らと前述の者たちとの間に勃発した戦争の原因となったと言わねばならないものである。
§2.21.9πολλοὶ μὲν γὰρ τῶν Γαλατῶν ὑπεδύοντο τὴν πρᾶξιν, μάλιστα δʼ οἱ Βοῖοι διὰ τὸ συντερμονεῖν τῇ τῶν Ῥωμαίων χώρᾳ, νομίσαντες οὐχ ὑπὲρ ἡγεμονίας ἔτι καὶ δυναστείας Ῥωμαίους τὸν πρὸς αὐτοὺς ποιήσασθαι πόλεμον, ἀλλʼ ὑπὲρ ὁλοσχεροῦς ἐξαναστάσεως καὶ καταφθορᾶς.
というのも、多くのガラティア人、とりわけローマ人の領土と隣接していたボイイ人たちは、この措置に不安を抱いたからであり、ローマ人が彼らに対して行う戦争は、もはや覇権や支配力をめぐるものではなく、彼らの完全な追放と根絶を目指すものであると見なしたからである。