Humanitext Reader

波利比奥斯 · 历史 §2.22.1-2.22.11

高卢人的再动员与罗马同哈斯德鲁巴的条约

第 110 段,共 1311 段 · 希腊语

内容简介

因索姆布雷人和波伊人通过许以黄金并重温祖先攻陷罗马的辉煌历史,成功拉拢了阿尔卑斯山区的雇佣兵部落盖萨托伊人。罗马人对此深感恐惧,为了集中全力应对北方的凯尔特人威胁,他们与哈斯德鲁巴达成协定以稳定与迦太基的关系。

§2.22.1διόπερ εὐθέως τὰ μέγιστα τῶν ἐθνῶν, τό τε τῶν Ἰνσόμβρων καὶ Βοίων, συμφρονήσαντα διεπέμποντο πρὸς τοὺς κατὰ τὰς Ἄλπεις καὶ περὶ τὸν Ῥοδανὸν ποταμὸν κατοικοῦντας Γαλάτας, προσαγορευομένους δὲ διὰ τὸ μισθοῦ στρατεύειν Γαισάτους·
因此,最强大的部族——因索姆布雷人和波伊人,立即达成一致,派使者前往居住在阿尔卑斯山附近和罗讷河畔的加拉太人那里。
ἡ γὰρ λέξις αὕτη τοῦτο σημαίνει κυρίως.
这些加拉太人因为了获取军饷而服兵役,被称为“盖萨托伊人”;因为这个词本身确实就是这个意思。
§2.22.2ὧν τοῖς βασιλεῦσι Κογκολιτάνῳ καὶ Ἀνηροέστῳ παραυτίκα μὲν χρυσίου προτείναντες πλῆθος, εἰς τὸ μέλλον δʼ ὑποδεικνύντες τὸ μέγεθος τῆς Ῥωμαίων εὐδαιμονίας καὶ τὸ πλῆθος τῶν ὑπαρξόντων αὐτοῖς ἀγαθῶν, ἐὰν κρατήσωσι, προετρέποντο καὶ παρώξυνον πρὸς τὴν ἐπὶ Ῥωμαίους στρατείαν.
他们向这些加拉太人的国王孔科利塔努斯和阿内罗埃斯图斯当即许以巨额黄金,并展望未来,指出罗马人财富的庞大规模以及一旦获胜他们将能获得的无数财宝,以此劝诱并鼓动他们发动对罗马的远征。
§2.22.3ῥᾳδίως δʼ ἔπεισαν, ἅμα τοῖς προειρημένοις διδόντες μὲν τὰ πιστὰ περὶ τῆς αὑτῶν συμμαχίας, ἀναμιμνήσκοντες δὲ τῆς τῶν ἰδίων προγόνων πράξεως αὐτούς·
他们很容易地就说服了对方,在给出上述承诺的同时,也对己方的同盟作出了保证,并使对方想起了他们自己祖先的壮举。
§2.22.4ἐν ᾗ ʼκεῖνοι στρατεύσαντες οὐ μόνον ἐνίκησαν μαχόμενοι Ῥωμαίους, ἀλλὰ καὶ μετὰ τὴν μάχην ἐξ ἐφόδου κατέσχον αὐτὴν τὴν Ῥώμην· §2.22.5γενόμενοι δὲ καὶ τῶν ὑπαρχόντων ἁπάντων ἐγκρατεῖς καὶ τῆς πόλεως αὐτῆς ἑπτὰ μῆνας κυριεύσαντες, τέλος ἐθελοντὶ καὶ μετὰ χάριτος παραδόντες τὴν πόλιν, ἄθραυστοι καὶ ἀσινεῖς ἔχοντες τὴν ὠφέλειαν εἰς τὴν οἰκείαν ἐπανῆλθον.
在那次壮举中,他们的祖先出征不仅在战斗中击败了罗马人,而且在战斗之后,通过急袭占领了罗马城本身;并且,在掌控了城内的一切财产、统治了该城长达七个月之后,最终他们自愿且友好地交还了城市,毫发无损地携带着战利品回到了家园。
§2.22.6ὧν ἀκούοντες οἱ περὶ αὐτοὺς ἡγεμόνες οὕτω παρωρμήθησαν ἐπὶ τὴν στρατείαν ὥστε μηδέποτε μήτε πλείους μήτʼ ἐνδοξοτέρους μήτε μαχιμωτέρους ἄνδρας ἐξελθεῖν ἐκ τούτων τῶν τόπων τῆς Γαλατίας.
听闻此言,他们周围的领袖们对这次远征感到如此振奋,以至于从加拉太的这些地方出发的战士中,从未有过人数更多、名声更显赫或更骁勇善战的队伍。
§2.22.7κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὰ μὲν ἀκούοντες τὰ δὲ καταμαντευόμενοι τὸ μέλλον εἰς φόβους ἐνέπιπτον συνεχεῖς καὶ ταραχὰς ἐπὶ τοσοῦτον, §2.22.8ὥστε ποτὲ μὲν στρατόπεδα καταγράφειν καὶ σίτου καὶ τῶν ἐπιτηδείων ποιεῖσθαι παρασκευάς, ποτὲ δὲ καὶ τὰς δυνάμεις ἐξάγειν ἐπὶ τοὺς ὅρους, ὡς ἤδη παρόντων εἰς τὴν χώραν τῶν πολεμίων, οὐδέπω κεκινηκότων ἐκ τῆς οἰκείας τῶν Κελτῶν.
在此时期,罗马人一方面有所耳闻,另一方面对未来进行预测,陷入了如此持续的恐惧和混乱中,以至于他们有时征集军队并筹备粮食和必需品,有时甚至将部队开往边境,仿佛敌人已经侵入了他们的领土,而凯尔特人其实尚未从自己的家园动身。
§2.22.9οὐκ ἐλάχιστα δὲ συνήργησεν καὶ Καρχηδονίοις τοῦτο τὸ κίνημα πρὸς τὸ κατασκευάσασθαι τὰ κατὰ τὴν Ἰβηρίαν ἀσφαλῶς.
这一动向对迦太基人安全地巩固其在伊比利亚的事务也起到了不小的帮助作用。
§2.22.10Ῥωμαῖοι γάρ, ὡς καὶ πρόσθεν ἡμῖν εἴρηται, κρίνοντες ἀναγκαιότερα ταῦτα διὰ τὸ πρὸς ταῖς πλευραῖς αὐτῶν ὑπάρχειν παρορᾶν ἠναγκάζοντο τὰ κατὰ τὴν Ἰβηρίαν, σπουδάζοντες πρότερον ἐν καλῷ θέσθαι τὰ κατὰ τοὺς Κελτούς.
因为正如我们之前所说,罗马人认为由于凯尔特人的威胁就在他们身边,情况更为紧迫,为了急于先将凯尔特人的事情妥善解决,他们不得不忽视了伊比利亚的事态。
§2.22.11διόπερ ἀσφαλισάμενοι τὰ πρὸς τοὺς Καρχηδονίους διὰ τῶν πρὸς τὸν Ἀσδρούβαν ὁμολογιῶν, ὑπὲρ ὧν ἄρτι δεδηλώκαμεν, ἐνεχείρησαν ὁμοθυμαδὸν ἐν τούτοις τοῖς καιροῖς πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν πολεμίους, νομίζοντες συμφέρειν σφίσι τὸ διακριθῆναι πρὸς τούτους.
因此,在通过与哈斯德鲁巴的协议(对此我们刚才已作说明)确保了与迦太基人的关系之后,他们在此关键时刻齐心协力地去应对意大利境内的敌人,认为与这些人决一雌雄对他们是有利的。

词汇与语法注释

  1. 2.22.1διὰ τὸ μισθοῦ στρατεύειν — 带介词 διά 的冠词不定式宾格结构,表示原因,其中包含表示代价的属格 μισθοῦ。字面意思是“因为为了军饷而服兵役”,作为对“盖萨托伊人(Gaesatae)”这一名称的词源性解释。
  2. 2.22.3ἀναμιμνήσκοντες δὲ τῆς τῶν ἰδίων προγόνων πράξεως αὐτούς — 动词 ἀναμιμνήσκω 具有双重格支配,将“人”置于宾格(αὐτούς),将“使之想起的内容”置于属格(πράξεως)。在此,ἰδίων(他们自己的)泛指说服者(因索姆布雷人和波伊人)与被说服者(盖萨托伊人)共同的、广义上的高卢人祖先。
  3. 2.22.8ὡς ἤδη παρόντων εἰς τὴν χώραν τῶν πολεμίων, οὐδέπω κεκινηκότων ἐκ τῆς οἰκείας τῶν Κελτῶν — 由连词 ὡς 引导的两个独立属格结构。第一个 παρόντων... τῶν πολεμίων 表示罗马人主观上的臆测(“仿佛敌人已经入侵”),而第二个 οὐδέπω κεκινηκότων [τῶν Κελτῶν](其逻辑主语因上下文显而易见而省略)具有让步语气,表示客观事实(“尽管凯尔特人甚至还未动身”)。
  4. 2.22.11τὸ διακριθῆναι — 冠词不定式,用作非人称动词 συμφέρειν(“有利”)的真正主语。此处 διακρίνω 的被动语态具有中动或相互的语义,意为“决一雌雄”或“彻底解决争端”。

引用这一段

波利比奥斯, 历史 §2.22.1-2.22.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.22.1-2.22.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。