§2.22.1διόπερ εὐθέως τὰ μέγιστα τῶν ἐθνῶν, τό τε τῶν Ἰνσόμβρων καὶ Βοίων, συμφρονήσαντα διεπέμποντο πρὸς τοὺς κατὰ τὰς Ἄλπεις καὶ περὶ τὸν Ῥοδανὸν ποταμὸν κατοικοῦντας Γαλάτας, προσαγορευομένους δὲ διὰ τὸ μισθοῦ στρατεύειν Γαισάτους· ἡ γὰρ λέξις αὕτη τοῦτο σημαίνει κυρίως.
Therefore immediately the greatest of the tribes, namely the Insubres and Boii, acting in concert, sent messengers to the Galatians who dwelt near the Alps and around the river Rhone, who were called Gaesatae because they served for hire; for this word indeed properly means this.
§2.22.2ὧν τοῖς βασιλεῦσι Κογκολιτάνῳ καὶ Ἀνηροέστῳ παραυτίκα μὲν χρυσίου προτείναντες πλῆθος, εἰς τὸ μέλλον δʼ ὑποδεικνύντες τὸ μέγεθος τῆς Ῥωμαίων εὐδαιμονίας καὶ τὸ πλῆθος τῶν ὑπαρξόντων αὐτοῖς ἀγαθῶν, ἐὰν κρατήσωσι, προετρέποντο καὶ παρώξυνον πρὸς τὴν ἐπὶ Ῥωμαίους στρατείαν.
To their kings, Concolitanus and Aneroëstus, they offered a large sum of gold at once, and for the future, by pointing out the magnitude of the prosperity of the Romans and the abundance of the goods that would be theirs if they conquered, they urged and incited them to the expedition against the Romans.
§2.22.3ῥᾳδίως δʼ ἔπεισαν, ἅμα τοῖς προειρημένοις διδόντες μὲν τὰ πιστὰ περὶ τῆς αὑτῶν συμμαχίας, ἀναμιμνήσκοντες δὲ τῆς τῶν ἰδίων προγόνων πράξεως αὐτούς· §2.22.4ἐν ᾗ ʼκεῖνοι στρατεύσαντες οὐ μόνον ἐνίκησαν μαχόμενοι Ῥωμαίους, ἀλλὰ καὶ μετὰ τὴν μάχην ἐξ ἐφόδου κατέσχον αὐτὴν τὴν Ῥώμην· §2.22.5γενόμενοι δὲ καὶ τῶν ὑπαρχόντων ἁπάντων ἐγκρατεῖς καὶ τῆς πόλεως αὐτῆς ἑπτὰ μῆνας κυριεύσαντες, τέλος ἐθελοντὶ καὶ μετὰ χάριτος παραδόντες τὴν πόλιν, ἄθραυστοι καὶ ἀσινεῖς ἔχοντες τὴν ὠφέλειαν εἰς τὴν οἰκείαν ἐπανῆλθον.
And they easily persuaded them, giving them at the same time as the aforementioned offers pledges of their own alliance, and reminding them of the achievements of their own ancestors; in which those ancestors, having made an expedition, not only defeated the Romans in battle, but also, after the fight, captured Rome itself by assault; and having become masters of all that was in it, and having ruled the city itself for seven months, they finally gave back the city voluntarily and as a favor, and returned to their own country safe and unharmed, keeping their booty.
§2.22.6ὧν ἀκούοντες οἱ περὶ αὐτοὺς ἡγεμόνες οὕτω παρωρμήθησαν ἐπὶ τὴν στρατείαν ὥστε μηδέποτε μήτε πλείους μήτʼ ἐνδοξοτέρους μήτε μαχιμωτέρους ἄνδρας ἐξελθεῖν ἐκ τούτων τῶν τόπων τῆς Γαλατίας.
On hearing this, the leaders of the Gaesatae were so excited for the expedition that never had a larger, more illustrious, or more warlike body of men set out from these parts of Gallia.
§2.22.7κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὰ μὲν ἀκούοντες τὰ δὲ καταμαντευόμενοι τὸ μέλλον εἰς φόβους ἐνέπιπτον συνεχεῖς καὶ ταραχὰς ἐπὶ τοσοῦτον, §2.22.8ὥστε ποτὲ μὲν στρατόπεδα καταγράφειν καὶ σίτου καὶ τῶν ἐπιτηδείων ποιεῖσθαι παρασκευάς, ποτὲ δὲ καὶ τὰς δυνάμεις ἐξάγειν ἐπὶ τοὺς ὅρους, ὡς ἤδη παρόντων εἰς τὴν χώραν τῶν πολεμίων, οὐδέπω κεκινηκότων ἐκ τῆς οἰκείας τῶν Κελτῶν.
During this time, the Romans, partly hearing these things and partly anticipating the future, fell into such continuous fears and panics, that at one time they enrolled legions and made preparations of corn and other provisions, and at another time even marched their forces to the frontier, as if the enemy were already present in their country, while the Celts had not yet even moved from their own land.
§2.22.9οὐκ ἐλάχιστα δὲ συνήργησεν καὶ Καρχηδονίοις τοῦτο τὸ κίνημα πρὸς τὸ κατασκευάσασθαι τὰ κατὰ τὴν Ἰβηρίαν ἀσφαλῶς.
This movement also contributed not a little to the Carthaginians for securing their affairs in Iberia.
§2.22.10Ῥωμαῖοι γάρ, ὡς καὶ πρόσθεν ἡμῖν εἴρηται, κρίνοντες ἀναγκαιότερα ταῦτα διὰ τὸ πρὸς ταῖς πλευραῖς αὐτῶν ὑπάρχειν παρορᾶν ἠναγκάζοντο τὰ κατὰ τὴν Ἰβηρίαν, σπουδάζοντες πρότερον ἐν καλῷ θέσθαι τὰ κατὰ τοὺς Κελτούς.
For the Romans, as we have said before, deciding that this danger was more pressing because it was on their very flanks, were forced to overlook the affairs in Iberia, being anxious first to settle the Celtic business on favorable terms.
§2.22.11διόπερ ἀσφαλισάμενοι τὰ πρὸς τοὺς Καρχηδονίους διὰ τῶν πρὸς τὸν Ἀσδρούβαν ὁμολογιῶν, ὑπὲρ ὧν ἄρτι δεδηλώκαμεν, ἐνεχείρησαν ὁμοθυμαδὸν ἐν τούτοις τοῖς καιροῖς πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν πολεμίους, νομίζοντες συμφέρειν σφίσι τὸ διακριθῆναι πρὸς τούτους.
Therefore, having secured their relations with the Carthaginians by the treaty with Hasdrubal, of which we have just spoken, they applied themselves wholeheartedly at this crisis to the enemies in Italy, thinking it to their advantage to bring matters to a decision with them.