§2.17.1πλὴν ταῦτά γε τὰ πεδία τὸ παλαιὸν ἐνέμοντο Τυρρηνοί, καθʼ οὓς χρόνους καὶ τὰ Φλέγραιά ποτε καλούμενα τὰ περὶ Καπύην καὶ Νώλην·
ともかく、これらの平原を古くはエトルリア人が占有していた。 それは、カプアやノラの周辺にある、かつてフレグリアと呼ばれていた平原をも彼らが占有していたのと同じ時代のことである。
ἃ δὴ καὶ διὰ τὸ πολλοῖς ἐμποδὼν εἶναι καὶ γνωρίζεσθαι μεγάλην ἐπʼ ἀρετῇ δόξαν εἴληφεν.
この平原は、多くの人々にとって身近であり知られていることからも、その肥沃さのゆえに大きな名声を得ている。
§2.17.2διὸ καὶ τοὺς ἱστοροῦντας τὰς Τυρρηνῶν δυναστείας οὐ χρὴ ποιεῖσθαι τὴν ἀναφορὰν ἐπὶ τὴν νῦν κατεχομένην ὑπʼ αὐτῶν χώραν, ἀλλʼ ἐπὶ τὰ προειρημένα πεδία καὶ τὰς ἐκ τούτων τῶν τόπων ἀφορμάς.
したがって、エトルリア人の覇権について記述する歴史家たちは、現在彼らによって占有されている土地(トスカーナ地方)に準拠すべきではなく、上述の平原、およびこれらの地域から生じた活動の基盤に準拠すべきである。
§2.17.3οἷς ἐπιμιγνύμενοι κατὰ τὴν παράθεσιν Κελτοὶ καὶ περὶ τὸ κάλλος τῆς χώρας ὀφθαλμιάσαντες, ἐκ μικρᾶς προφάσεως μεγάλῃ στρατιᾷ παραδόξως ἐπελθόντες ἐξέβαλον ἐκ τῆς περὶ τὸν Πάδον χώρας Τυρρηνοὺς καὶ κατέσχον αὐτοὶ τὰ πεδία.
これら(エトルリア人)と隣接関係によって交際し、その土地の美しさに目を奪われたケルト人たちは、わずかな口実から大軍を率いて不意に襲いかかり、ポー川周辺の土地からエトルリア人を追い払い、自らその平原を領有した。
§2.17.4τὰ μὲν οὖν πρῶτα καὶ περὶ τὰς ἀνατολὰς τοῦ Πάδου κείμενα Λάοι καὶ Λεβέκιοι, μετὰ δὲ τούτους Ἴνσοβρες κατῴκησαν, ὃ μέγιστον ἔθνος ἦν αὐτῶν·
そこで、まず第一に、またポー川の源流部のあたりに位置する地域にはラオイ族とレベキオイ族が居住し、彼らの後にはインスブレス族が居住したが、これは彼らの中で最大の部族であった。
ἑξῆς δὲ τούτοις παρὰ τὸν ποταμὸν Γονομάνοι.
彼らに続いて、川沿いにゴノマノイ族が住んだ。
§2.17.5τὰ δὲ πρὸς τὸν Ἀδρίαν ἤδη προσήκοντα γένος ἄλλο πάνυ παλαιὸν διακατέσχεν·
一方、すでにアドリア海に接している地域は、別の極めて古い部族が占有していた。
προσαγορεύονται δʼ Οὐένετοι, τοῖς μὲν ἔθεσι καὶ τῷ κόσμῳ βραχεῖ διαφέροντες Κελτῶν, γλώττῃ δʼ ἀλλοίᾳ χρώμενοι.
彼らはウェネトイ族と呼ばれ、習俗や服装においてはケルト人とわずかしか違わないが、異なる言語を用いていた。
§2.17.6περὶ ὧν οἱ τραγῳδιογράφοι πολύν τινα πεποίηνται λόγον καὶ πολλὴν διατέθεινται τερατείαν.
彼らについて、悲劇詩人たちは多くの議論を重ね、多くの荒唐無稽な話を展開してきた。
§2.17.7τὰ δὲ πέραν τοῦ Πάδου τὰ περὶ τὸν Ἀπεννῖνον πρῶτοι μὲν Ἄναρες, μετὰ δὲ τούτους Βοῖοι κατῴκησαν·
また、ポー川の向こう側(南側)のアペニン山脈のあたりの地域には、最初にアナレス族が、彼らの後にはボイオイ族が居住した。
ἑξῆς δὲ τούτων ὡς πρὸς τὸν Ἀδρίαν Λίγγονες, τὰ δὲ τελευταῖα πρὸς θαλάττῃ Σήνωνες.
彼らに続いて、アドリア海の方向に向かってリンゴネス族が、そして最後に海の近くにセノネス族が居住した。
§2.17.8τὰ μὲν οὖν ἐπιφανέστατα τῶν κατασχόντων τοὺς προειρημένους τόπους ἐθνῶν ταῦθʼ ὑπῆρχεν.
さて、上述の地域を占有した部族のうち、最も顕著なものはこれらであった。
§2.17.9ᾤκουν δὲ κατὰ κώμας ἀτειχίστους, τῆς λοιπῆς κατασκευῆς ἄμοιροι καθεστῶτες.
彼らは壁のない村々に住み、他の文明的な生活設備を全く持たずに暮らしていた。
§2.17.10διὰ γὰρ τὸ στιβαδοκοιτεῖν καὶ κρεαφαγεῖν, ἔτι δὲ μηδὲν ἄλλο πλὴν τὰ πολεμικὰ καὶ τὰ κατὰ γεωργίαν· ἀσκεῖν ἁπλοῦς εἶχον τοὺς βίους, οὔτʼ ἐπιστήμης ἄλλης οὔτε τέχνης παρʼ αὐτοῖς τὸ παράπαν γινωσκομένης.
というのも、草の寝床に寝て、肉を食すること、さらには、戦争に関する事柄と農業に関する事柄以外には何一つ培わないことのゆえに、彼らは簡素な生活を送っており、他の学問も技術も、彼らの間では全く知られていなかったからである。
§2.17.11ὕπαρξίς γε μὴν ἑκάστοις ἦν θρέμματα καὶ χρυσὸς διὰ τὸ μόνα ταῦτα κατὰ τὰς περιστάσεις ῥᾳδίως δύνασθαι πανταχῇ περιαγαγεῖν καὶ μεθιστάναι κατὰ τὰς αὑτῶν προαιρέσεις.
また、彼ら一人一人の所有物といえば、家畜と金だけであったが、それは不測の事態にあっても、これらだけが容易にどこへでも引き連れ、あるいは移動させ、自分たちの意向次第で移転させることができたからである。
§2.17.12περὶ δὲ τὰς ἑταιρείας μεγίστην σπουδὴν ἐποιοῦντο διὰ τὸ καὶ φοβερώτατον καὶ δυνατώτατον εἶναι παρʼ αὐτοῖς τοῦτον ὃς ἂν πλείστους ἔχειν δοκῇ τοὺς θεραπεύοντας καὶ συμπεριφερομένους αὐτῷ.
そして彼らは、仲間の形成(従士関係)に最大の情熱を傾けていた。 なぜなら、彼らの間で最も恐れられ、かつ最も強力であるのは、自分に仕え、行動を共にする者を最も多く持っていると目される者であったからである。