§2.17.1πλὴν ταῦτά γε τὰ πεδία τὸ παλαιὸν ἐνέμοντο Τυρρηνοί, καθʼ οὓς χρόνους καὶ τὰ Φλέγραιά ποτε καλούμενα τὰ περὶ Καπύην καὶ Νώλην· ἃ δὴ καὶ διὰ τὸ πολλοῖς ἐμποδὼν εἶναι καὶ γνωρίζεσθαι μεγάλην ἐπʼ ἀρετῇ δόξαν εἴληφεν. §2.17.2διὸ καὶ τοὺς ἱστοροῦντας τὰς Τυρρηνῶν δυναστείας οὐ χρὴ ποιεῖσθαι τὴν ἀναφορὰν ἐπὶ τὴν νῦν κατεχομένην ὑπʼ αὐτῶν χώραν, ἀλλʼ ἐπὶ τὰ προειρημένα πεδία καὶ τὰς ἐκ τούτων τῶν τόπων ἀφορμάς. §2.17.3οἷς ἐπιμιγνύμενοι κατὰ τὴν παράθεσιν Κελτοὶ καὶ περὶ τὸ κάλλος τῆς χώρας ὀφθαλμιάσαντες, ἐκ μικρᾶς προφάσεως μεγάλῃ στρατιᾷ παραδόξως ἐπελθόντες ἐξέβαλον ἐκ τῆς περὶ τὸν Πάδον χώρας Τυρρηνοὺς καὶ κατέσχον αὐτοὶ τὰ πεδία. §2.17.4τὰ μὲν οὖν πρῶτα καὶ περὶ τὰς ἀνατολὰς τοῦ Πάδου κείμενα Λάοι καὶ Λεβέκιοι, μετὰ δὲ τούτους Ἴνσοβρες κατῴκησαν, ὃ μέγιστον ἔθνος ἦν αὐτῶν· ἑξῆς δὲ τούτοις παρὰ τὸν ποταμὸν Γονομάνοι. §2.17.5τὰ δὲ πρὸς τὸν Ἀδρίαν ἤδη προσήκοντα γένος ἄλλο πάνυ παλαιὸν διακατέσχεν· προσαγορεύονται δʼ Οὐένετοι, τοῖς μὲν ἔθεσι καὶ τῷ κόσμῳ βραχεῖ διαφέροντες Κελτῶν, γλώττῃ δʼ ἀλλοίᾳ χρώμενοι. §2.17.6περὶ ὧν οἱ τραγῳδιογράφοι πολύν τινα πεποίηνται λόγον καὶ πολλὴν διατέθεινται τερατείαν. §2.17.7τὰ δὲ πέραν τοῦ Πάδου τὰ περὶ τὸν Ἀπεννῖνον πρῶτοι μὲν Ἄναρες, μετὰ δὲ τούτους Βοῖοι κατῴκησαν· ἑξῆς δὲ τούτων ὡς πρὸς τὸν Ἀδρίαν Λίγγονες, τὰ δὲ τελευταῖα πρὸς θαλάττῃ Σήνωνες. §2.17.8τὰ μὲν οὖν ἐπιφανέστατα τῶν κατασχόντων τοὺς προειρημένους τόπους ἐθνῶν ταῦθʼ ὑπῆρχεν. §2.17.9ᾤκουν δὲ κατὰ κώμας ἀτειχίστους, τῆς λοιπῆς κατασκευῆς ἄμοιροι καθεστῶτες. §2.17.10διὰ γὰρ τὸ στιβαδοκοιτεῖν καὶ κρεαφαγεῖν, ἔτι δὲ μηδὲν ἄλλο πλὴν τὰ πολεμικὰ καὶ τὰ κατὰ γεωργίαν· ἀσκεῖν ἁπλοῦς εἶχον τοὺς βίους, οὔτʼ ἐπιστήμης ἄλλης οὔτε τέχνης παρʼ αὐτοῖς τὸ παράπαν γινωσκομένης. §2.17.11ὕπαρξίς γε μὴν ἑκάστοις ἦν θρέμματα καὶ χρυσὸς διὰ τὸ μόνα ταῦτα κατὰ τὰς περιστάσεις ῥᾳδίως δύνασθαι πανταχῇ περιαγαγεῖν καὶ μεθιστάναι κατὰ τὰς αὑτῶν προαιρέσεις. §2.17.12περὶ δὲ τὰς ἑταιρείας μεγίστην σπουδὴν ἐποιοῦντο διὰ τὸ καὶ φοβερώτατον καὶ δυνατώτατον εἶναι παρʼ αὐτοῖς τοῦτον ὃς ἂν πλείστους ἔχειν δοκῇ τοὺς θεραπεύοντας καὶ συμπεριφερομένους αὐτῷ.
At any rate, these plains were in old times inhabited by the Tyrrhenians, at the same period when they also occupied the plains around Capua and Nola, which were once called the Phlegraean plains; these latter, indeed, because they lie in the way of many and are well known, have acquired a great reputation for their fertility. Therefore, those who write the history of the Tyrrhenian dynasties should not make reference to the country now occupied by them, but to the aforementioned plains and the resources derived from these regions. The Celts, who associated with them by reason of proximity, having cast longing eyes upon the beauty of the country, on a small pretext invaded them unexpectedly with a large army, expelled the Tyrrhenians from the territory about the Po, and themselves occupied the plains. First, then, and near the source of the Po, the Laoi and Lebecioi settled, and after them the Insubres, who were the greatest nation of them; next to these, along the river, the Gonomanoi. But the district which already bordered on the Adriatic was occupied by another very ancient nation; they are called Veneti, differing little from the Celts in their customs and dress, but using a different language. About them the tragic writers have made much talk and set forth many marvels. On the other side of the Po, about the Apennines, first the Anares and after them the Boii settled; next to them, towards the Adriatic, the Lingones, and last, on the coast, the Senones. These, then, were the most famous of the nations that occupied the aforementioned places. They lived in unwalled villages, having no share in any other civilized comforts. For, owing to their sleeping on straw and eating meat, and also because they practiced nothing else than warfare and agriculture, they lived simple lives, neither any other science nor art being known among them at all. Their property, moreover, consisted of cattle and gold, because these were the only things which in times of emergency they could easily drive or carry anywhere and transfer according to their own choice. But they paid the greatest attention to companionships, because he was considered the most formidable and powerful among them who was thought to have the greatest number of those who paid court to him and accompanied him.