§2.16.1μενούσης ἀεὶ χιόνος ἀοίκητα τελέως ἐστίν.
絶えず雪が残っているため、完全に居住不可能である。
τὸν δʼ Ἀπεννῖνον ἀπὸ μὲν τῆς ἀρχῆς τῆς ὑπὲρ Μασσαλίαν καὶ τῆς πρὸς τὰς Ἄλπεις συμπτώσεως Λιγυστῖνοι κατοικοῦσιν, καὶ τὴν ἐπὶ τὸ Τυρρηνικὸν πέλαγος αὐτοῦ πλευρὰν κεκλιμένην καὶ τὴν ἐπὶ τὰ πεδία,
一方、アペニン山脈については、マッサリアの上方の起点およびアルプス山脈との合流点から、リグリア人が住んでおり、ティレニア海に傾斜している斜面と、平原に傾斜している斜面の双方に住んでいる。
§2.16.2παρὰ θάλατταν μὲν μέχρι πόλεως Πίσης, ἣ πρώτη κεῖται τῆς Τυρρηνίας ὡς πρὸς τὰς δυσμάς, κατὰ δὲ τὴν μεσόγαιον ἕως τῆς Ἀρρητίνων χώρας.
すなわち、海沿いは、西に向かってティレニア地方の最初に位置しているピサの町まで、内陸はアレティウム人の領土までである。
§2.16.3ἑξῆς δὲ Τυρρηνοί· τούτοις δὲ συνεχεῖς ἑκάτερον τὸ κλίμα νέμονται τῶν προειρημένων ὀρῶν Ὄμβροι.
次にはエトルリア人が、装着して彼らに続いて、上述の山々の双方の斜面をウンブリア人が占めている。
§2.16.4λοιπὸν ὁ μὲν Ἀπεννῖνος ἀπέχων τῆς κατὰ τὸν Ἀδρίαν θαλάττης σταδίους ὡσανεὶ πεντακοσίους ἀπολείπει τὰ πεδία δεξιὸς ἀπονεύων, καὶ διὰ μέσης τῆς λοιπῆς Ἰταλίας διήκων εἰς τὸ Σικελικὸν κατατείνει πέλαγος.
さて、アペニン山脈は、アドリア海からおよそ500スタディオン離れて、右に折れ曲がりながら平原から離れ、残りのイタリアの真ん中を貫いて、シケリア海まで延びている。
§2.16.5τὸ δʼ ἀπολειπόμενον μέρος πεδινὸν τῆς πλευρᾶς ἐπὶ θάλατταν καὶ πόλιν καθήκει Σήνην.
そして、残された斜面の平野部は、海とセナの町まで下っている。
§2.16.6ὁ δὲ Πάδος ποταμός, ὑπὸ δὲ τῶν ποιητῶν Ἠριδανὸς θρυλούμενος, ἔχει μὲν τὰς πηγὰς ἀπὸ τῶν Ἄλπεων ὡς πρὸς τὴν κορυφὴν μᾶλλον τοῦ προειρημένου σχήματος, καταφέρεται δʼ εἰς τὰ πεδία, ποιούμενος τὴν ῥύσιν ὡς ἐπὶ μεσημβρίαν.
パドス川は――詩人たちによってエリダノスと口々に歌われているが――、上述の形状のむしろ頂点に近いあたりでアルプスからその源泉を発しており、南に向かって流れをつくりながら、平原へと下る。
§2.16.7ἀφικόμενος δʼ εἰς τοὺς ἐπιπέδους τόπους, ἐκκλίνας τῷ ῥεύματι πρὸς ἕω φέρεται διʼ αὐτῶν· ποιεῖ δὲ τὴν ἐκβολὴν δυσὶ στόμασιν εἰς τοὺς κατὰ τὸν Ἀδρίαν τόπους·
平坦な土地に達すると、流れを東へと転じてそこを進み、アドリア海の地方へ二つの河口から注ぐ。
τὸ δὲ πλεῖον ἀποτέμνεται μέρος τῆς πεδιάδος χώρας εἰς τὰς Ἄλπεις καὶ τὸν Ἀδριατικὸν μυχόν.
そして、その平原の地の大半の領域は、アルプスとアドリア海の最奥部との間に区切られている。
§2.16.8ἄγει δὲ πλῆθος ὕδατος οὐδενὸς ἔλαττον τῶν κατὰ τὴν Ἰταλίαν ποταμῶν διὰ τὸ τὰς ῥύσεις τὰς ἐπὶ τὰ πεδία νευούσας ἀπό τε τῶν Ἄλπεων καὶ τῶν Ἀπεννίνων ὀρῶν εἰς τοῦτον ἐμπίπτειν ἁπάσας καὶ πανταχόθεν.
そして、アルプス山脈とアペニン山脈の双方から平原に向かって傾斜するすべての流れが、四方八方からこの川に流れ込むため、イタリアの川のどれにも劣らない多量の水を運んでいる。
§2.16.9μεγίστῳ δὲ καὶ καλλίστῳ ῥεύματι φέρεται περὶ κυνὸς ἐπιτολήν, αὐξόμενος ὑπὸ τοῦ πλήθους τῶν ἀνατηκομένων χιόνων ἐν τοῖς προειρημένοις ὄρεσιν.
そして、上述の山々で溶け出す大量の雪によって水量を増し、シリウスの昇る頃に、最も力強く美しい流れとなって進む。
§2.16.10ἀναπλεῖται δʼ ἐκ θαλάττης κατὰ τὸ στόμα τὸ καλούμενον Ὄλανα σχεδὸν ἐπὶ δισχιλίους σταδίους.
海からは、オラナと呼ばれる河口から、およそ2000スタディオンにわたって遡上することができる。
§2.16.11τὴν μὲν γὰρ πρώτην ἐκ τῶν πηγῶν ἔχει ῥύσιν ἁπλῆν, σχίζεται δʼ εἰς δύο μέρη κατὰ τοὺς προσαγορευομένους Τριγαβόλους·
というのも、源泉からの最初の流れは一本の流れであるが、トリガボロイと呼ばれる場所で二つの部分に分岐するからである。
τούτων δὲ τὸ μὲν ἕτερον στόμα προσονομάζεται Παδόα, τὸ δʼ ἕτερον Ὄλανα.
これらのうち、一方の河口はパドアと名付けられており、他方はオラナと呼ばれる。
§2.16.12κεῖται δʼ ἐπὶ τούτῳ λιμήν, οὐδενὸς τῶν κατὰ τὸν Ἀδρίαν ἥττω παρεχόμενος ἀσφάλειαν τοῖς ἐν αὐτῷ καθορμιζομένοις.
この河口には港が位置しており、そこに停泊する船にアドリア海のどの港にも劣らない安全を提供している。
παρά γε μὴν τοῖς ἐγχωρίοις ὁ ποταμὸς προσαγορεύεται Βόδεγκος.
なお、現地の住民の間では、この川はボデンコスと呼ばれている。
§2.16.13τἄλλα δὲ τὰ περὶ τὸν ποταμὸν τοῦτον ἱστορούμενα παρὰ τοῖς Ἕλλησι, λέγω δὴ τὰ περὶ Φαέθοντα καὶ τὴν ἐκείνου πτῶσιν, ἔτι δὲ τὰ δάκρυα τῶν αἰγείρων καὶ τοὺς μελανείμονας τοὺς περὶ τὸν ποταμὸν οἰκοῦντας, οὕς φασι τὰς ἐσθῆτας εἰσέτι νῦν φορεῖν τοιαύτας ἀπὸ τοῦ κατὰ Φαέθοντα πένθους,
この川に関してギリシア人たちの間で語られているその他の物語、すなわちファエトンとその墜落に関する話、さらにはポプラの涙、そしてこの川の周りに住む黒衣の人々――彼らはファエトンへの哀悼から今なおそのような衣服を身にまとっていると言われているが――について、そしておよそ悲劇的でこれに類するすべての素材を、今は脇に置くこととする。
§2.16.14καὶ πᾶσαν δὴ τὴν τραγικὴν καὶ ταύτῃ προσεοικυῖαν ὕλην ἐπὶ μὲν τοῦ παρόντος ὑπερθησόμεθα διὰ τὸ μὴ λίαν καθήκειν τῷ τῆς προκατασκευῆς γένει τὴν περὶ τῶν τοιούτων ἀκριβολογίαν.
なぜなら、このようなことに関する詳細な記述は、予備的概説というジャンルにあまり適していないからである。
§2.16.15μεταλαβόντες δὲ καιρὸν ἁρμόττοντα ποιησόμεθα τὴν καθήκουσαν μνήμην, καὶ μάλιστα διὰ τὴν Τιμαίου περὶ τοὺς προειρημένους τόπους ἄγνοιαν.
しかし、適切な機会を改めて得たときにふさわしい言及を行うつもりである。 それは特に、上述の地域に関するティマイオスの無知のゆえである。