Humanitext Reader

波利比奥斯 · 历史 §2.17.1-2.17.12

凯尔特人对平原的占领与各部落习俗

第 105 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯阐明了凯尔特人如何夺取原由第勒尼安人统治的北意平原的历史过程,列举了定居于此的各部落(因苏布雷斯人、温尼托伊人、波伊奥伊人等)的分布,并描述了他们极度简朴、好战的生活方式。

§2.17.1πλὴν ταῦτά γε τὰ πεδία τὸ παλαιὸν ἐνέμοντο Τυρρηνοί, καθʼ οὓς χρόνους καὶ τὰ Φλέγραιά ποτε καλούμενα τὰ περὶ Καπύην καὶ Νώλην· ἃ δὴ καὶ διὰ τὸ πολλοῖς ἐμποδὼν εἶναι καὶ γνωρίζεσθαι μεγάλην ἐπʼ ἀρετῇ δόξαν εἴληφεν.
无论如何,这些平原古时是由第勒尼安人占领的,与此同时,他们也占领了卡普阿和诺拉周围、曾被称为弗莱格拉伊的平原;后者因其地处多路要冲且广为人知,因其肥沃而享有盛名。
§2.17.2διὸ καὶ τοὺς ἱστοροῦντας τὰς Τυρρηνῶν δυναστείας οὐ χρὴ ποιεῖσθαι τὴν ἀναφορὰν ἐπὶ τὴν νῦν κατεχομένην ὑπʼ αὐτῶν χώραν, ἀλλʼ ἐπὶ τὰ προειρημένα πεδία καὶ τὰς ἐκ τούτων τῶν τόπων ἀφορμάς.
因此,撰写第勒尼安人霸权历史的人,不应以他们现在占领的土地(托斯卡纳地区)为准,而应以上述平原以及从这些地区获得的资源为准。
§2.17.3οἷς ἐπιμιγνύμενοι κατὰ τὴν παράθεσιν Κελτοὶ καὶ περὶ τὸ κάλλος τῆς χώρας ὀφθαλμιάσαντες, ἐκ μικρᾶς προφάσεως μεγάλῃ στρατιᾷ παραδόξως ἐπελθόντες ἐξέβαλον ἐκ τῆς περὶ τὸν Πάδον χώρας Τυρρηνοὺς καὶ κατέσχον αὐτοὶ τὰ πεδία.
与他们邻接交往的凯尔特人,因觊觎该地的美丽(富饶),借微不足道的借口,率大军出其不意地进攻,将第勒尼安人从帕多斯河周围的土地上驱逐出去,自己占领了这些平原。
§2.17.4τὰ μὲν οὖν πρῶτα καὶ περὶ τὰς ἀνατολὰς τοῦ Πάδου κείμενα Λάοι καὶ Λεβέκιοι, μετὰ δὲ τούτους Ἴνσοβρες κατῴκησαν, ὃ μέγιστον ἔθνος ἦν αὐτῶν· ἑξῆς δὲ τούτοις παρὰ τὸν ποταμὸν Γονομάνοι.
首先,在帕多斯河源头附近的地区,居住着拉奥伊人和雷贝基奥伊人,在他们之后是因苏布雷斯人,这是他们中最大的一支部落;紧接着他们,沿河居住着戈诺马诺伊人。
§2.17.5τὰ δὲ πρὸς τὸν Ἀδρίαν ἤδη προσήκοντα γένος ἄλλο πάνυ παλαιὸν διακατέσχεν· προσαγορεύονται δʼ Οὐένετοι, τοῖς μὲν ἔθεσι καὶ τῷ κόσμῳ βραχεῖ διαφέροντες Κελτῶν, γλώττῃ δʼ ἀλλοίᾳ χρώμενοι.
而已经靠近亚得里亚海的地区,则由另一个非常古老的部落占领;他们被称为温尼托伊人,在习俗和装束上与凯尔特人仅有微小差异,但使用不同的语言。
§2.17.6περὶ ὧν οἱ τραγῳδιογράφοι πολύν τινα πεποίηνται λόγον καὶ πολλὴν διατέθεινται τερατείαν.
关于他们,悲剧作家们曾进行过大量讨论,并散布了许多荒诞荒谬的故事。
§2.17.7τὰ δὲ πέραν τοῦ Πάδου τὰ περὶ τὸν Ἀπεννῖνον πρῶτοι μὲν Ἄναρες, μετὰ δὲ τούτους Βοῖοι κατῴκησαν· ἑξῆς δὲ τούτων ὡς πρὸς τὸν Ἀδρίαν Λίγγονες, τὰ δὲ τελευταῖα πρὸς θαλάττῃ Σήνωνες.
在帕多斯河的另一侧(南侧),即亚平宁山脉附近的地区,最先居住着阿纳雷斯人,在他们之后是波伊奥伊人;紧接着他们,朝向亚得里亚海方向的是林戈内斯人,最后在海边的是塞诺内斯人。
§2.17.8τὰ μὲν οὖν ἐπιφανέστατα τῶν κατασχόντων τοὺς προειρημένους τόπους ἐθνῶν ταῦθʼ ὑπῆρχεν.
占领上述地区的部落中,最著名的便是这些。
§2.17.9ᾤκουν δὲ κατὰ κώμας ἀτειχίστους, τῆς λοιπῆς κατασκευῆς ἄμοιροι καθεστῶτες.
他们居住在没有围墙的村庄里,没有任何其他文明的生活设施。
§2.17.10διὰ γὰρ τὸ στιβαδοκοιτεῖν καὶ κρεαφαγεῖν, ἔτι δὲ μηδὲν ἄλλο πλὴν τὰ πολεμικὰ καὶ τὰ κατὰ γεωργίαν· ἀσκεῖν ἁπλοῦς εἶχον τοὺς βίους, οὔτʼ ἐπιστήμης ἄλλης οὔτε τέχνης παρʼ αὐτοῖς τὸ παράπαν γινωσκομένης.
因为睡在草垫上并以肉为食,而且除了军事和农业之外不从事任何其他活动,他们的生活十分简朴,在他们中间完全没有其他学术或技术。
§2.17.11ὕπαρξίς γε μὴν ἑκάστοις ἦν θρέμματα καὶ χρυσὸς διὰ τὸ μόνα ταῦτα κατὰ τὰς περιστάσεις ῥᾳδίως δύνασθαι πανταχῇ περιαγαγεῖν καὶ μεθιστάναι κατὰ τὰς αὑτῶν προαιρέσεις.
每个人的财产只有家畜和黄金,因为只有这些东西在遭遇变故时可以轻易地带往各处,并根据自己的意愿进行转移。
§2.17.12περὶ δὲ τὰς ἑταιρείας μεγίστην σπουδὴν ἐποιοῦντο διὰ τὸ καὶ φοβερώτατον καὶ δυνατώτατον εἶναι παρʼ αὐτοῖς τοῦτον ὃς ἂν πλείστους ἔχειν δοκῇ τοὺς θεραπεύοντας καὶ συμπεριφερομένους αὐτῷ.
他们最重视结盟关系(侍从团),因为在他们中间,被认为最可怕、最有权力的人,是那些拥有最多侍奉和随行人员的人。

词汇与语法注释

  1. §2.17.1καθʼ οὓς χρόνους — 该包含关系代词 οὕς 的从句意为“在……的同一时期”,限定了主句动词 ἐνέμοντο(被占领)的时间。在关系从句中,必须补出以 τὰ Φλέγραιά ... 为主语的动词 ἐνέμοντο(或仅为 ἦν)的省略。
  2. §2.17.4ἀνατολάς — 虽然通常指“东方”,但在此处基于帕多斯河自西向东流动的地理特征,指的是该河的“源头/上游区域(西端起点)”。从上下文按自西(阿尔卑斯一侧/上游)向东(下游)的顺序叙述凯尔特各部落居住地的脉络来看,这一解释是唯一确定的。
  3. §2.17.10διὰ γὰρ τὸ στιβαδοκοιτεῖν ... ἀσκεῖν — 介词 διὰ 支配了三个并列的名词化不定式:tò στιβαδοκοιτεῖν(睡在草垫上)、[τὸ] κρεαφαγεῖν(吃肉)以及 ἔτι δὲ μηδὲν ἄλλο πλὴν ... ἀσκεῖν(除……之外不从事任何其他活动)。这些共同构成了解释他们生活简朴原因的状语短语。

引用这一段

波利比奥斯, 历史 §2.17.1-2.17.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.17.1-2.17.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。