§18.28.1ἀπέβη τὸ τέλος·
このような結末を迎えた。
ἐγὼ δὲ κατὰ μὲν τὴν ἕκτην βύβλον ἐν ἐπαγγελίᾳ καταλιπὼν ὅτι λαβὼν τὸν ἁρμόζοντα καιρὸν σύγκρισιν ποιήσομαι τοῦ καθοπλισμοῦ Ῥωμαίων καὶ Μακεδόνων, ὁμοίως δὲ καὶ τῆς συντάξεως τῆς ἑκατέρων, τί διαφέρουσιν ἀλλήλων πρὸς τὸ χεῖρον καὶ τί πρὸς τὸ βέλτιον, νῦν ἐπʼ αὐτῶν τῶν πράξεων πειράσομαι τὴν ἐπαγγελίαν ἐπὶ τέλος ἀγαγεῖν.
しかし私は第6巻において、適当な機会を得たならば、ローマ人とマケドニア人の装備の比較、同様にまた、双方の編成の比較を行い、それらが互いに劣る点と優れる点が何であるかを明らかにするという約束を残したが、今や実際の歴史的事実に基づいて、その約束を果たそうと試みる。
§18.28.2ἐπεὶ γὰρ ἡ μὲν Μακεδόνων σύνταξις ἐν τοῖς πρὸ τοῦ χρόνοις, διʼ αὐτῶν τῶν ἔργων διδοῦσα τὴν πεῖραν, ἐκράτει τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν συντάξεων, ἡ δὲ Ῥωμαίων τῶν τε κατὰ τὴν Λιβύην καὶ τῶν κατὰ τὴν Εὐρώπην προσεσπερίων ἐθνῶν ἁπάντων, §18.28.3ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς οὐχ ἅπαξ, ἀλλὰ πλεονάκις γέγονε τούτων τῶν τάξεων καὶ τῶν ἀνδρῶν πρὸς ἀλλήλους διάκρισις,
というのも、かつてマケドニア人の編成は、実際の戦いを通じて実証されたように、アジアの編成やギリシアの編成に対して優勢を誇っており、他方でローマ人のそれは、リビアやヨーロッパのすべての西方諸民族に対して優勢を誇っていたが、私たちの時代において、これら双方の編成と兵士たちが直接対決する機会が、一度ならず何度も生じたからである。
§18.28.4χρήσιμον καὶ καλὸν ἂν εἴη τὸ τὴν διαφορὰν ἐρευνῆσαι, καὶ παρὰ τί συμβαίνει Ῥωμαίους ἐπικρατεῖν καὶ τὸ πρωτεῖον ἐκφέρεσθαι τῶν κατὰ πόλεμον ἀγώνων,
したがって、その違いを究明すること、また何に起因してローマ人が勝利を収め、戦争の闘いにおいて優位を勝ち取るに至るのかを調べることは、有益かつ有意義なことであろう。
§18.28.5ἵνα μὴ τύχην λέγοντες μόνον μακαρίζωμεν τοὺς κρατοῦντας ἀλόγως, καθάπερ οἱ μάταιοι τῶν ἀνθρώπων, ἀλλʼ εἰδότες τὰς ἀληθεῖς αἰτίας ἐπαινῶμεν καὶ θαυμάζωμεν κατὰ λόγον τοὺς ἡγουμένους.
それは、愚かな人々のように、ただ運だけを口にして勝者を理不尽に称えるのではなく、真の原因を知った上で、指導者たちを理にかなって称賛し感嘆するためである。
§18.28.6περὶ μὲν οὖν τῶν πρὸς Ἀννίβαν ἀγώνων γεγονότων Ῥωμαίοις καὶ τῶν ἐν τούτοις ἐλαττωμάτων οὐδὲν ἂν δέοι πλείω λέγειν·
さて、ローマ人がハンニバルと戦った戦闘と、その中での彼らの敗北については、これ以上多くを語る必要はないであろう。
οὐ γὰρ παρὰ τὸν καθοπλισμὸν οὐδὲ παρὰ τὴν σύνταξιν, ἀλλὰ παρὰ τὴν ἐπιδεξιότητα τὴν Ἀννίβου καὶ τὴν ἀγχίνοιαν περιέπιπτον τοῖς ἐλαττώμασι.
なぜなら、彼らが敗北に陥ったのは、装備や編成のせいではなく、ハンニバルの熟練と才気によるものであったからである。
§18.28.7δῆλον δὲ τοῦτο πεποιήκαμεν ἡμεῖς ἐπʼ αὐτῶν ὑποδεικνύοντες τῶν ἀγώνων.
そして、私たちは実際の戦闘に即してこれを示し、明らかにしている。
§18.28.8μαρτυρεῖ δὲ τοῖς ἡμετέροις λόγοις πρῶτον μὲν τὸ τέλος τοῦ πολέμου·
私たちの主張を証明しているのは、第一に、その戦争の結末である。
προσγενομένου γὰρ στρατηγοῦ τοῖς Ῥωμαίοις παραπλησίαν δύναμιν ἔχοντος Ἀννίβᾳ, ταχέως καὶ τὸ νικᾶν συνεξηκολούθησε τοῖς προειρημένοις·
というのも、ハンニバルに匹敵する能力を持つ将軍がローマ側に加わると、すぐに勝利もまた上述のローマ兵たちに付き従ったからである。
§18.28.9εἶτα καὶ αὐτὸς Ἀννίβας ἀποδοκιμάσας τὸν ἐξ ἀρχῆς αὐτοῖς ὑπάρχοντα καθοπλισμόν, ἅμα τῷ νικῆσαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖς Ῥωμαίων ὅπλοις καθοπλίσας τὰς οἰκείας δυνάμεις, τούτοις διετέλεσε χρώμενος τὸν ἑξῆς χρόνον.
第二に、ハンニバル自身が、元々自分たちにあった装備を廃し、最初の戦いに勝利するやいなや、直ちに自軍をローマの武器で武装させ、その後の期間ずっとこれらを使い続けたことである。
§18.28.10Πύρρος γε μὴν οὐ μόνον ὅπλοις, ἀλλὰ καὶ δυνάμεσιν Ἰταλικαῖς συγκέχρηται, τιθεὶς ἐναλλὰξ σημαίαν καὶ σπεῖραν φαλαγγιτικὴν ἐν τοῖς πρὸς Ῥωμαίους ἀγῶσιν.
さらにピュロスにいたっては、武器だけでなくイタリアの部隊をも併用し、ローマ人との戦いにおいて、イタリアの中隊とファランクスの部隊を交互に配置した。
§18.28.11ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐδύνατο νικᾶν, ἀλλʼ ἀεί πως ἀμφίδοξα τὰ τέλη τῶν κινδύνων αὐτοῖς ἀπέβαινε.
しかしそれでも、このようにしても彼は勝利することができず、戦いの結末は彼らにとって常に、どういうわけか勝敗の定まらないものとなった。
§18.28.12περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἦν προειπεῖν χάριν τοῦ μηδὲν ἀντεμφαίνειν ταῖς ἡμετέραις ἀποφάσεσιν·
さて、これらについては、私たちの判断といかなる矛盾も生じないようにするために、あらかじめ述べておく必要があった。
ἐπάνειμι δʼ ἐπὶ τὴν προκειμένην σύγκρισιν.
それでは、本題である比較に戻ることにしよう。