§18.28.1ἀπέβη τὸ τέλος·
结末便是如此。
ἐγὼ δὲ κατὰ μὲν τὴν ἕκτην βύβλον ἐν ἐπαγγελίᾳ καταλιπὼν ὅτι λαβὼν τὸν ἁρμόζοντα καιρὸν σύγκρισιν ποιήσομαι τοῦ καθοπλισμοῦ Ῥωμαίων καὶ Μακεδόνων, ὁμοίως δὲ καὶ τῆς συντάξεως τῆς ἑκατέρων, τί διαφέρουσιν ἀλλήλων πρὸς τὸ χεῖρον καὶ τί πρὸς τὸ βέλτιον, νῦν ἐπʼ αὐτῶν τῶν πράξεων πειράσομαι τὴν ἐπαγγελίαν ἐπὶ τέλος ἀγαγεῖν.
而我曾在第六卷中留下承诺,一旦获得合适的时机,便会将罗马人与马其顿人的装备,以及双方的编制进行对比,阐明它们彼此之间何处稍逊、何处更佳;现在我将根据这些实际的事实,试图履行这一承诺。
§18.28.2ἐπεὶ γὰρ ἡ μὲν Μακεδόνων σύνταξις ἐν τοῖς πρὸ τοῦ χρόνοις, διʼ αὐτῶν τῶν ἔργων διδοῦσα τὴν πεῖραν, ἐκράτει τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν συντάξεων, ἡ δὲ Ῥωμαίων τῶν τε κατὰ τὴν Λιβύην καὶ τῶν κατὰ τὴν Εὐρώπην προσεσπερίων ἐθνῶν ἁπάντων, §18.28.3ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς οὐχ ἅπαξ, ἀλλὰ πλεονάκις γέγονε τούτων τῶν τάξεων καὶ τῶν ἀνδρῶν πρὸς ἀλλήλους διάκρισις, §18.28.4χρήσιμον καὶ καλὸν ἂν εἴη τὸ τὴν διαφορὰν ἐρευνῆσαι, καὶ παρὰ τί συμβαίνει Ῥωμαίους ἐπικρατεῖν καὶ τὸ πρωτεῖον ἐκφέρεσθαι τῶν κατὰ πόλεμον ἀγώνων, §18.28.5ἵνα μὴ τύχην λέγοντες μόνον μακαρίζωμεν τοὺς κρατοῦντας ἀλόγως, καθάπερ οἱ μάταιοι τῶν ἀνθρώπων, ἀλλʼ εἰδότες τὰς ἀληθεῖς αἰτίας ἐπαινῶμεν καὶ θαυμάζωμεν κατὰ λόγον τοὺς ἡγουμένους.
因为在过去,马其顿人的编制通过实际的战绩证明了其价值,压倒了亚洲和希腊的编制,而罗马人的编制则压倒了利比亚以及欧洲所有西方民族的编制,且在我们的时代,这些编制和兵士们彼此之间的对决,已不是一次,而是多次发生,因此,去探寻其中的差异,并研究罗马人究竟凭借什么获得优势并在战争的角逐中夺取首位,将是有益且有价值的,免得我们像那些庸俗之辈一样,只是口称“运气”而盲目地为胜利者祝贺,而是能够在知晓真正原因后,理智地去赞美和钦佩他们的指挥官。
§18.28.6περὶ μὲν οὖν τῶν πρὸς Ἀννίβαν ἀγώνων γεγονότων Ῥωμαίοις καὶ τῶν ἐν τούτοις ἐλαττωμάτων οὐδὲν ἂν δέοι πλείω λέγειν· οὐ γὰρ παρὰ τὸν καθοπλισμὸν οὐδὲ παρὰ τὴν σύνταξιν, ἀλλὰ παρὰ τὴν ἐπιδεξιότητα τὴν Ἀννίβου καὶ τὴν ἀγχίνοιαν περιέπιπτον τοῖς ἐλαττώμασι.
至于罗马人与汉尼拔之间发生的战争,以及罗马人在其中的挫败,实在无需赘言;因为他们遭受败绩,并非由于其装备或编制,而是由于汉尼拔的熟练与智谋。
§18.28.7δῆλον δὲ τοῦτο πεποιήκαμεν ἡμεῖς ἐπʼ αὐτῶν ὑποδεικνύοντες τῶν ἀγώνων.
而我们已经在叙述这些战斗的过程中对此做出了明确的展示。
§18.28.8μαρτυρεῖ δὲ τοῖς ἡμετέροις λόγοις πρῶτον μὲν τὸ τέλος τοῦ πολέμου· προσγενομένου γὰρ στρατηγοῦ τοῖς Ῥωμαίοις παραπλησίαν δύναμιν ἔχοντος Ἀννίβᾳ, ταχέως καὶ τὸ νικᾶν συνεξηκολούθησε τοῖς προειρημένοις·
首先证明我们之言不虚的,便是战争的结局;因为当罗马人有了一位能力与汉尼拔相当的将领时,胜利便迅速紧随前述的罗马人而至。
§18.28.9εἶτα καὶ αὐτὸς Ἀννίβας ἀποδοκιμάσας τὸν ἐξ ἀρχῆς αὐτοῖς ὑπάρχοντα καθοπλισμόν, ἅμα τῷ νικῆσαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖς Ῥωμαίων ὅπλοις καθοπλίσας τὰς οἰκείας δυνάμεις, τούτοις διετέλεσε χρώμενος τὸν ἑξῆς χρόνον.
其次,汉尼拔本人也弃用了他们最初拥有的装备,在赢下第一场战役后,便立即用罗马人的武器装备了自己的军队,并在接下来的时间里始终使用这些武器。
§18.28.10Πύρρος γε μὴν οὐ μόνον ὅπλοις, ἀλλὰ καὶ δυνάμεσιν Ἰταλικαῖς συγκέχρηται, τιθεὶς ἐναλλὰξ σημαίαν καὶ σπεῖραν φαλαγγιτικὴν ἐν τοῖς πρὸς Ῥωμαίους ἀγῶσιν.
至于皮洛士,他不仅使用了意大利的武器,还使用了意大利的部队,在与罗马人的战斗中,交替排布意大利中队和法兰克司方阵。
§18.28.11ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐδύνατο νικᾶν, ἀλλʼ ἀεί πως ἀμφίδοξα τὰ τέλη τῶν κινδύνων αὐτοῖς ἀπέβαινε.
然而即便如此,他也未能以此取胜,两军交战的结局在他们看来总是莫名地难分胜负。
§18.28.12περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἦν προειπεῖν χάριν τοῦ μηδὲν ἀντεμφαίνειν ταῖς ἡμετέραις ἀποφάσεσιν· ἐπάνειμι δʼ ἐπὶ τὴν προκειμένην σύγκρισιν.
关于这些情况,有必要预先说明,以免任何事与我们的论断产生矛盾;现在我将回到摆在我们眼前的对比之中。