§18.29.1ὅτι μὲν ἐχούσης τῆς φάλαγγος τὴν αὑτῆς ἰδιότητα καὶ δύναμιν οὐδὲν ἂν ὑποσταίη κατὰ πρόσωπον οὐδὲ μείναι τὴν ἔφοδον αὐτῆς, εὐχερὲς καταμαθεῖν ἐκ πολλῶν.
ファランクスがそれ固有の特性と威力を保っているならば、何ものも正面からこれに耐え、その突撃を持ちこたえることはできないであろうことは、多くの事例から容易に理解できる。
§18.29.2ἐπεὶ γὰρ ὁ μὲν ἀνὴρ ἵσταται σὺν τοῖς ὅπλοις ἐν τρισὶ ποσὶ κατὰ τὰς ἐναγωνίους πυκνώσεις, τὸ δὲ τῶν σαρισῶν μέγεθός ἐστι κατὰ μὲν τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἑκκαίδεκα πηχῶν, κατὰ δὲ τὴν ἁρμογὴν τὴν πρὸς τὴν ἀλήθειαν δεκατεττάρων,
というのも、兵士は武装した状態で、実戦における密集隊形の中では3フィートの幅の中に立つのに対して、サリサの長さは当初の設計によれば16ペーキュスであるが、実際の使用に合わせた調整によれば14ペーキュスだからである。
§18.29.3τούτων δὲ τοὺς τέτταρας ἀφαιρεῖ τὸ μεταξὺ τοῖν χεροῖν διάστημα καὶ τὸ κατόπιν σήκωμα τῆς προβολῆς,
そして、これら14ペーキュスのうち4ペーキュスを差し引くのは、両手の間の間隔と、構えた際に後ろに突き出る部分である。
§18.29.4φανερὸν ὅτι τοὺς δέκα πήχεις προπίπτειν ἀνάγκη τὴν σάρισαν πρὸ τῶν σωμάτων ἑκάστου τῶν ὁπλιτῶν, ὅταν ἴῃ διʼ ἀμφοῖν τοῖν χεροῖν προβαλόμενος ἐπὶ τοὺς πολεμίους.
したがって、兵士が両手でサリサを前方に構えて敵に向かって進むとき、それぞれの重装歩兵の体の前方へ、サリサが10ペーキュス突き出ることが必然であることは明らかである。
§18.29.5ἐκ δὲ τούτου συμβαίνει τὰς μὲν τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρτου πλεῖον, τὰς δὲ τοῦ πέμπτου ζυγοῦ σαρίσας δύο προπίπτειν πήχεις πρὸ τῶν πρωτοστατῶν, ἐχούσης τῆς φάλαγγος τὴν αὑτῆς ἰδιότητα καὶ πύκνωσιν κατʼ ἐπιστάτην καὶ κατὰ παραστάτην,
このことから、ファランクスが縦列においても横列においても、その独自の性質と密集度を保っているならば、第2、第3、第4列のサリサはそれより多く、そして第5列のサリサは2ペーキュス、最前列の兵士たちの前方へと突き出ることになる。
§18.29.6ὡς Ὅμηρος ὑποδείκνυσιν ἐν τούτοις·
ホメロスが次の詩句で示しているように。
ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
「盾は盾を押し、兜は兜を、人は人を押した。
ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
νευόντων·
馬の毛をあしらった兜の輝く前飾りが、うつむくたびに触れ合った。
ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
それほど彼らは互いに密集して立っていた。
τούτων δʼ ἀληθινῶς καὶ καλῶς λεγομένων, §18.29.7δῆλον ὡς ἀνάγκη καθʼ ἕκαστον τῶν πρωτοστατῶν σαρίσας προπίπτειν πέντε, δυσὶ πήχεσι διαφερούσας ἀλλήλων κατὰ μῆκος.
」これらのことが真実かつ見事に語られているので、最前列の兵士のそれぞれに対して、長さにおいて互いに2ペーキュスずつ異なりながら、5本のサリサが前方へ突き出ることが必然であることは明らかである。