§18.18.1ὁ δὲ Τίτος οὐ δυνάμενος ἐπιγνῶναι τοὺς πολεμίους ᾗ στρατοπεδεύουσι, τοῦτο δὲ σαφῶς εἰδὼς ὅτι πάρεισιν εἰς Θετταλίαν, προσέταξε κόπτειν χάρακα πᾶσιν ἕνεκα τοῦ παρακομίζειν μεθʼ αὑτῶν πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας.
ティトゥスは、敵がどこに陣営を敷いているか知ることができなかったが、彼らがテッサリアに来ていることは明確に知っていたので、不測の事態の必要に備えて携行できるよう、全員に杭を切り出すように命じた。
§18.18.2τοῦτο δὲ κατὰ μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν ἀδύνατον εἶναι δοκεῖ, κατὰ δὲ τὴν τῶν Ῥωμαίων εὔκοπον.
このことは、ギリシアの習慣においては不可能であると思われるが、ローマ人のそれにおいては容易である。
§18.18.3οἱ μὲν γὰρ Ἕλληνες μόλις αὐτῶν κρατοῦσι τῶν σαρισῶν ἐν ταῖς πορείαις καὶ μόλις ὑπομένουσι τὸν ἀπὸ τούτων κόπον,
というのも、ギリシア人は行軍中にサリサを保持するだけで精一杯であり、それによる疲労に耐えるのもやっとだからである。
§18.18.4Ῥωμαῖοι δὲ τοὺς μὲν θυρεοὺς τοῖς ὀχεῦσι τοῖς σκυτίνοις ἐκ τῶν ὤμων ἐξηρτηκότες, ταῖς δὲ χερσὶν αὐτοὺς τοὺς γαίσους φέροντες, ἐπιδέχονται τὴν παρακομιδὴν τοῦ χάρακος.
一方、ローマ人は革製のストラップで肩から楯を吊り下げており、手には投げ槍だけを携えているので、杭を運ぶ余裕がある。
§18.18.5ἅμα δὲ καὶ μεγάλην εἶναι συμβαίνει τὴν διαφορὰν τούτων·
同時に、これら(ギリシアとローマの杭)の間には大きな相違がある。
§18.18.6οἱ μὲν γὰρ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα βέλτιστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγίστας πέριξ τοῦ πρέμνου,
ギリシア人は、主幹の周囲に最も多くの、そして最も大きな枝を持つ杭を最良のものと考える。
§18.18.7παρὰ δὲ Ῥωμαίοις δύο κεραίας ἢ τρεῖς ἔχουσιν οἱ χάρακες, ὁ δὲ πλείστας τέτταρας·
一方、ローマ人のところでは、杭は2つか3つの枝を持ち、多くとも4つである。
καὶ ταύτας ἔχοντες λαμβάνονται §18.18.8οὐκ ἐναλλάξ.
そしてそれらの枝は、交互に生えているのではない。
ἐκ δὲ τούτου συμβαίνει τήν τε κομιδὴν εὐχερῆ γίνεσθαι τελέως — ὁ γὰρ εἷς ἀνὴρ φέρει τρεῖς καὶ τέτταρας συνθεὶς ἐπʼ ἀλλήλους —
このことから、運搬が完全に容易になる。 すなわち、一人の兵士がそれらを互いに重ね合わせることで、3、4本の杭を運ぶのである。
§18.18.9τήν τε χρείαν ἀσφαλῆ διαφερόντως.
またその使用も際立って安全である。
ὁ μὲν γὰρ τῶν Ἑλλήνων ὅταν τεθῇ πρὸ τῆς παρεμβολῆς, πρῶτον μέν ἐστιν εὐδιάσπαστος·
ギリシア人の杭は、陣地の前に配置されると、第一に、容易に引き抜かれてしまう。
§18.18.10ὅταν γὰρ τὸ μὲν κρατοῦν καὶ πιεζούμενον ὑπὸ τῆς γῆς ἓν ὑπάρχῃ μόνον, αἱ δʼ ἀποφύσεις ἐκ τούτου πολλαὶ καὶ μεγάλαι, κἄπειτα δύο παραστάντες ἢ τρεῖς ἐκ τῶν ἀποφύσεων ἐπισπάσωνται τὸν αὐτὸν χάρακα, ῥᾳδίως ἐκσπᾶται.
地面に固定され圧迫されている部分がただ1つであるのに対し、そこから分岐する枝が多くかつ大きいとき、2人か3人がその横に立って同じ杭の枝を引っ張れば、容易に引き抜かれるからである。
§18.18.11τούτου δὲ συμβάντος εὐθέως πύλη γίνεται διὰ τὸ μέγεθος καὶ τὰ παρακείμενα λέλυται, τῷ βραχείας τὰς εἰς ἀλλήλους ἐμπλοκὰς καὶ τὰς ἐπαλλάξεις γίνεσθαι τοῦ τοιούτου χάρακος.
これが起こると、その大きさのためにただちに隙間が生じ、隣接する杭も緩んでしまう。 そのような杭は、互いの絡み合いや重なり合いがわずかだからである。
§18.18.12παρὰ δὲ Ῥωμαίοις συμβαίνει τοὐναντίον.
ローマ人の間では逆のことが起こる。
τιθέασι γὰρ εὐθέως ἐμπλέκοντες εἰς ἀλλήλους οὕτως ὥστε μήτε τὰς κεραίας εὐχερῶς ἐπιγνῶναι, ποίας εἰσὶν ἐκφύσεως τῶν ἐν τῇ γῇ κατωρυγμένων, μήτε τὰς ἐκφύσεις, ποίων κεραιῶν.
彼らは配置する際、ただちに互いに絡み合わせするので、どの枝が地中に埋められたどの主幹から出ているのか、またどの主幹がどの枝を持っているのかを容易に見分けることができない。
§18.18.13λοιπὸν οὔτʼ ἐπιλαβέσθαι παρείραντα τὴν χεῖρα δυνατόν, ἅτε πυκνῶν οὐσῶν καὶ προσπιπτουσῶν αὑταῖς, ἔτι δὲ φιλοπόνως ἀπωξυμμένων τῶν κεραιῶν,
したがって、手を差し入れて掴むことも不可能である。 枝が密に詰まって互いに重なり合っており、さらにその枝先が念入りに尖らせてあるからである。
§18.18.14οὔτʼ ἐπιλαβόμενον ἐκσπάσαι ῥᾴδιον διὰ τὸ πρῶτον μὲν πάσας τὰς προσβολὰς σχεδὸν αὐτοκράτορα τὴν ἐκ τῆς γῆς δύναμιν ἔχειν,
また、仮に掴めたとしても、引き抜くことは容易ではない。 第一に、すべての引っ張る力に対して、地中からの抵抗力がほぼ自立しているからである。
§18.18.15δεύτερον δὲ τῷ τὸν μίαν ἐπισπώμενον κεραίαν πολλοὺς ἀναγκάζεσθαι πειθομένους ἅμα βαστάζειν διὰ τὴν εἰς ἀλλήλους ἐμπλοκήν·
第二に、1つの枝を引っ張る者は、互いの絡み合いのために、必然的に多くの杭を同時に持ち上げざるを得なくなるからである。
δύο δὲ καὶ τρεῖς ἐπιλαβέσθαι ταὐτοῦ χάρακος οὐδʼ ὅλως εἰκός.
2、3人が同じ杭を掴むことはまったく考えられない。
§18.18.16ἐὰν δέ ποτε καὶ κατακρατήσας ἐκσπάσῃ τις ἕνα καὶ δεύτερον, ἀνεπιγνώστως γίνεται τὸ διάστημα.
そして仮に誰かが力尽くで1本、2本と引き抜いたとしても、その隙間は判別できないままである。
§18.18.17διὸ καὶ μεγάλης οὔσης διαφορᾶς τῷ καὶ τὴν εὕρεσιν ἑτοίμην εἶναι τοῦ τοιούτου χάρακος καὶ τὴν κομιδὴν εὐχερῆ καὶ τὴν χρείαν ἀσφαλῆ καὶ μόνιμον, §18.18.18φανερὸν ὡς εἰ καί τι τῶν ἄλλων πολεμικῶν ἔργων ἄξιον ζήλου καὶ μιμήσεως ὑπάρχει παρὰ Ῥωμαίοις, καὶ τοῦτο, κατά γε τὴν ἐμὴν γνώμην.
それゆえ、このような杭の調達が容易であり、運搬が簡単であり、その使用が安全かつ強固であるという点で大きな違いがあるため、ローマ人のもとで軍事活動の他のいかなる点が称賛と模倣に値するとしても、私の意見では、この点もまた同様であることは明らかである。