§18.19.1πλὴν ὅ γε Τίτος ἑτοιμασάμενος ταῦτα πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας, προῆγε παντὶ τῷ στρατεύματι βάδην, ἀποσχὼν δὲ περὶ πεντήκοντα στάδια τῆς τῶν Φεραίων πόλεως αὐτοῦ παρενέβαλε.
しかしティトゥスは、これらを臨時の必要のために準備すると、全軍を率いてゆっくりと進軍し、フェライの町から約五十スタディオン離れたところに陣を敷いた。
§18.19.2κατὰ δὲ τὴν ἐπιοῦσαν ὑπὸ τὴν ἑωθινὴν ἐξέπεμπε τοὺς κατοπτεύσοντας καὶ διερευνησομένους, εἴ τινα δυνηθεῖεν λαβεῖν ἀφορμὴν εἰς τὸ γνῶναι ποῦ ποτʼ εἰσὶ καὶ τί πράττουσιν οἱ πολέμιοι.
翌日の明け方近くに、彼は敵が一体どこにいて何をしているかを知るための手がかりを何か得ることができるかどうかを探るため、偵察と探索の者たちを送り出した。
§18.19.3Φίλιππος δὲ [καὶ] κατὰ τὸν αὐτὸν καιρὸν πυνθανόμενος τοὺς Ῥωμαίους στρατοπεδεύειν περὶ τὰς Θήβας, ἐξάρας ἀπὸ τῆς Λαρίσης παντὶ τῷ στρατεύματι προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὰς Φεράς.
一方フィリッポスも、同じ時期にローマ人がテバイ付近に陣営を敷いていることを聞き、ラリサから全軍を率いて出発し、フェライに向かって進軍した。
§18.19.4ἀποσχὼν δὲ περὶ τριάκοντα στάδια, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσας ἐν ὥρᾳ παρήγγειλε πᾶσι γίνεσθαι περὶ τὴν τοῦ σώματος θεραπείαν,
(フェライから)約三十スタディオン離れたところで、その日は早い時間にそこに陣営を敷くと、全員に食事や休息などの体調を整えることに専念するよう命じた。
§18.19.5ὑπὸ δὲ τὴν ἑωθινὴν ἐξεγείρας τὴν δύναμιν τοὺς μὲν εἰθισμένους προπορεύεσθαι τῆς δυνάμεως προεξαπέστειλε, συντάξας ὑπερβάλλειν τὰς ὑπὲρ τὰς Φερὰς ἀκρολοφίας, αὐτὸς δὲ τῆς ἡμέρας διαφαινούσης ἐκίνει τὴν δύναμιν ἐκ τοῦ χάρακος.
明け方近くに軍を起こすと、軍の先頭を進むことになっている前衛をあらかじめ送り出し、フェライの上方にある丘陵を越えるように命じた。 自身は、夜が明ける頃に陣営から軍を移動させた。
§18.19.6παρʼ ὀλίγον μὲν οὖν ἦλθον ἀμφοτέρων οἱ προεξαπεσταλμένοι τοῦ συμπεσεῖν ἀλλήλοις περὶ τὰς ὑπερβολάς·
そのため、両軍の先遣隊は、峠付近で互いに衝突する寸前までいった。
§18.19.7προϊδόμενοι γὰρ σφᾶς αὐτοὺς ὑπὸ τὴν ὄρφνην ἐκ πάνυ βραχέος διαστήματος ἐπέστησαν, καὶ ταχέως ἔπεμπον, ἀποδηλοῦντες ἀμφότεροι τοῖς ἡγεμόσι τὸ γεγονὸς καὶ πυνθανόμενοι τί δέον εἴη ποιεῖν.
というのも、暗闇の中で非常に短い距離から互いを視認すると、彼らは立ち止まり、両者ともにすぐに使者を送り、起きたことを指導者たちに知らせ、どうすべきかを尋ねたからである。
§18.19.8ἐπὶ τῶν ὑποκειμένων στρατοπεδειῶν κἀκείνους ἀνακαλεῖσθαι.
(彼らは現在の陣地にとどまり、)また彼らを呼び戻すことが(命じられた)。
§18.19.9τῇ δʼ ἐπαύριον ἐξέπεμψαν ἀμφότεροι κατασκοπῆς ἕνεκα τῶν ἱππέων καὶ τῶν εὐζώνων περὶ τριακοσίους ἑκατέρων, ἐν οἷς ὁ Τίτος καὶ τῶν Αἰτωλῶν δύʼ οὐλαμοὺς ἐξαπέστειλε διὰ τὴν ἐμπειρίαν τῶν τόπων·
翌日、両者は偵察のために、騎兵と軽装兵をそれぞれ約三百名送り出したが、その中にはティトゥスが、その土地の地理に精通しているという理由でアイトリア人の騎兵二部隊をも送り出していた。
§18.19.10οἳ καὶ συμμίξαντες ἀλλήλοις ἐπὶ τάδε τῶν Φερῶν ὡς πρὸς Λάρισαν συνέβαλλον ἐκθύμως.
彼らはフェライの手前、ラリサに向かう側で互いに遭遇すると、激しく交戦した。
§18.19.11τῶν δὲ περὶ τὸν Εὐπόλεμον τὸν Αἰτωλὸν εὐρώστως κινδυνευόντων καὶ συνεκκαλουμένων τοὺς Ἰταλικοὺς πρὸς τὴν χρείαν, θλίβεσθαι συνέβαινε τοὺς Μακεδόνας.
アイトリア人のエウポレモスの部下たちが果敢に戦い、イタリア人をも戦闘へと呼び寄せたため、マケドニア人は圧倒されることとなった。
§18.19.12καὶ τότε μὲν ἐπὶ πολὺν χρόνον ἀκροβολισάμενοι διεχωρίσθησαν εἰς τὰς αὑτῶν παρεμβολάς·
そしてその時は、長い間小競り合いを続けた後、それぞれの陣営へと引き揚げていった。