§18.17.1ὅτι Νάβις ὁ τύραννος ἀπολιπὼν ἐπὶ τῆς τῶν Ἀργείων πόλεως Τιμοκράτην τὸν Πελληνέα διὰ τὸ μάλιστα τούτῳ πιστεύειν καὶ χρῆσθαι πρὸς τὰς ἐπιφανεστάτας πράξεις, ἐπανῆλθεν εἰς τὴν Σπάρτην, καὶ μετά τινας ἡμέρας ἐξέπεμψε τὴν γυναῖκα,
僭主ナビスは、アルゴス人の都市にペレネ出身のティモクラテスを残して(というのは、彼を最も信頼し、最も重要な活動に起用していたからである)、スパルタへと帰還し、数日後に自身の妻を送り出した。
§18.17.2δοὺς ἐντολὰς παραγενομένην εἰς Ἄργος περὶ πόρον γίνεσθαι χρημάτων.
彼女がアルゴスに到着したならば、資金調達に努めるようにという命令を与えて。
§18.17.3ἡ δʼ ἀφικομένη πολὺ κατὰ τὴν ὠμότητα Νάβιν ὑπερέθετο·
だが、到着した彼女は、残酷さにおいてナビスをはるかに凌いだ。
§18.17.4ἀνακαλεσαμένη γὰρ τῶν γυναικῶν τινὰς μὲν κατʼ ἰδίαν, τινὰς δὲ κατὰ συγγένειαν, πᾶν γένος αἰκίας καὶ βίας προσέφερε,
というのも、彼女は女性たちのうち、ある者たちを個人的に、またある者たちを親族関係によって呼び出し、あらゆる種類の虐待と暴力を加えたからである。
§18.17.5μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πολυτελέστατον.
ほぼ全員から、黄金の装飾品だけでなく、最も高価な衣服までも奪い去るに至るまで。
—
ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον, §18.17.6ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. —
一方アッタロスは、さらに多くの言葉を費やしつつ、彼らに先祖代々の古くからの徳を思い起こさせた。