Humanitext Reader

波利比奥斯 · 历史 §18.18.1-18.18.18

罗马与希腊营垒木桩的比较

第 907 段,共 1311 段 · 希腊语

内容简介

提图斯在进军色萨利时命令士兵携带木桩。作者详细比较了希腊式和罗马式木桩在形状、携带便利性以及营地防卫力方面的差异,赞赏了罗马制度的优越性。

§18.18.1ὁ δὲ Τίτος οὐ δυνάμενος ἐπιγνῶναι τοὺς πολεμίους ᾗ στρατοπεδεύουσι, τοῦτο δὲ σαφῶς εἰδὼς ὅτι πάρεισιν εἰς Θετταλίαν, προσέταξε κόπτειν χάρακα πᾶσιν ἕνεκα τοῦ παρακομίζειν μεθʼ αὑτῶν πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας.
提图斯由于无法探明敌军在何处驻扎,但他清楚地知道他们已进入色萨利,便命令所有人砍伐木桩,以便随身携带,以备临时之需。
§18.18.2τοῦτο δὲ κατὰ μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν ἀδύνατον εἶναι δοκεῖ, κατὰ δὲ τὴν τῶν Ῥωμαίων εὔκοπον.
这在希腊人的习惯中似乎是不可能的,但在罗马人的习惯中却是容易的。
§18.18.3οἱ μὲν γὰρ Ἕλληνες μόλις αὐτῶν κρατοῦσι τῶν σαρισῶν ἐν ταῖς πορείαις καὶ μόλις ὑπομένουσι τὸν ἀπὸ τούτων κόπον, §18.18.4Ῥωμαῖοι δὲ τοὺς μὲν θυρεοὺς τοῖς ὀχεῦσι τοῖς σκυτίνοις ἐκ τῶν ὤμων ἐξηρτηκότες, ταῖς δὲ χερσὶν αὐτοὺς τοὺς γαίσους φέροντες, ἐπιδέχονται τὴν παρακομιδὴν τοῦ χάρακος.
因为希腊人在行军中几乎无法拿稳他们的萨里沙长枪,也几乎无法承受其带来的疲劳,而罗马人则用皮革肩带将盾牌挂在肩上,手中只拿着标枪,因此能够承担木桩的携带。
§18.18.5ἅμα δὲ καὶ μεγάλην εἶναι συμβαίνει τὴν διαφορὰν τούτων·
同时,两者的木桩之间也有着巨大的差异。
§18.18.6οἱ μὲν γὰρ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα βέλτιστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγίστας πέριξ τοῦ πρέμνου, §18.18.7παρὰ δὲ Ῥωμαίοις δύο κεραίας ἢ τρεῖς ἔχουσιν οἱ χάρακες, ὁ δὲ πλείστας τέτταρας· καὶ ταύτας ἔχοντες λαμβάνονται §18.18.8οὐκ ἐναλλάξ.
因为希腊人认为,主干周围分支最多且最大的木桩是最好的,但在罗马人那里,木桩只有两到三个分支,最多有四个;而且这些分支并不是交错生长的。
ἐκ δὲ τούτου συμβαίνει τήν τε κομιδὴν εὐχερῆ γίνεσθαι τελέως — ὁ γὰρ εἷς ἀνὴρ φέρει τρεῖς καὶ τέτταρας συνθεὶς ἐπʼ ἀλλήλους — §18.18.9τήν τε χρείαν ἀσφαλῆ διαφερόντως.
由此,携带完全变得轻而易举——因为一个人可以把三四个木桩叠放在一起携带—— 并且其使用也格外安全。
ὁ μὲν γὰρ τῶν Ἑλλήνων ὅταν τεθῇ πρὸ τῆς παρεμβολῆς, πρῶτον μέν ἐστιν εὐδιάσπαστος· §18.18.10ὅταν γὰρ τὸ μὲν κρατοῦν καὶ πιεζούμενον ὑπὸ τῆς γῆς ἓν ὑπάρχῃ μόνον, αἱ δʼ ἀποφύσεις ἐκ τούτου πολλαὶ καὶ μεγάλαι, κἄπειτα δύο παραστάντες ἢ τρεῖς ἐκ τῶν ἀποφύσεων ἐπισπάσωνται τὸν αὐτὸν χάρακα, ῥᾳδίως ἐκσπᾶται.
希腊人的木桩在置于营地前时,首先很容易被扯开;因为当被土地固定和压住的部分只有一个,而从中长出的分支又多又大时,如果有两三个人站在旁边,抓住分支拉扯同一个木桩,它就会轻易地被拔出来。
§18.18.11τούτου δὲ συμβάντος εὐθέως πύλη γίνεται διὰ τὸ μέγεθος καὶ τὰ παρακείμενα λέλυται, τῷ βραχείας τὰς εἰς ἀλλήλους ἐμπλοκὰς καὶ τὰς ἐπαλλάξεις γίνεσθαι τοῦ τοιούτου χάρακος.
一旦发生这种情况,由于其体积巨大,立刻就会形成缺口,而相邻的木桩也会松动,因为这种木桩相互之间的交错和重叠十分微弱。
§18.18.12παρὰ δὲ Ῥωμαίοις συμβαίνει τοὐναντίον.
但在罗马人那里情况恰恰相反。
τιθέασι γὰρ εὐθέως ἐμπλέκοντες εἰς ἀλλήλους οὕτως ὥστε μήτε τὰς κεραίας εὐχερῶς ἐπιγνῶναι, ποίας εἰσὶν ἐκφύσεως τῶν ἐν τῇ γῇ κατωρυγμένων, μήτε τὰς ἐκφύσεις, ποίων κεραιῶν.
他们安置木桩时,会立刻使其相互交错,以至于既不容易辨别哪些分支属于埋入土中的哪些主干,也不容易辨别哪些主干拥有哪些分支。
§18.18.13λοιπὸν οὔτʼ ἐπιλαβέσθαι παρείραντα τὴν χεῖρα δυνατόν, ἅτε πυκνῶν οὐσῶν καὶ προσπιπτουσῶν αὑταῖς, ἔτι δὲ φιλοπόνως ἀπωξυμμένων τῶν κεραιῶν, §18.18.14οὔτʼ ἐπιλαβόμενον ἐκσπάσαι ῥᾴδιον διὰ τὸ πρῶτον μὲν πάσας τὰς προσβολὰς σχεδὸν αὐτοκράτορα τὴν ἐκ τῆς γῆς δύναμιν ἔχειν, §18.18.15δεύτερον δὲ τῷ τὸν μίαν ἐπισπώμενον κεραίαν πολλοὺς ἀναγκάζεσθαι πειθομένους ἅμα βαστάζειν διὰ τὴν εἰς ἀλλήλους ἐμπλοκήν· δύο δὲ καὶ τρεῖς ἐπιλαβέσθαι ταὐτοῦ χάρακος οὐδʼ ὅλως εἰκός.
因而,人甚至无法将手插进去抓住它们,因为分支密集且相互贴合,而且分支的末端还经过精心的削尖;即使抓住了,也由于以下原因而不易拔出:第一,对于所有的拉扯,来自土地的阻力几乎是完全独立而强大的;第二,因为拉扯一个分支的人,由于它们相互交错,必然被迫同时提起许多其他木桩;而两三个人想要抓住同一个木桩则是完全不可能的。
§18.18.16ἐὰν δέ ποτε καὶ κατακρατήσας ἐκσπάσῃ τις ἕνα καὶ δεύτερον, ἀνεπιγνώστως γίνεται τὸ διάστημα.
即使有人最终克服困难拔出了一个或两个,所产生的缺口也是无法辨认的。
§18.18.17διὸ καὶ μεγάλης οὔσης διαφορᾶς τῷ καὶ τὴν εὕρεσιν ἑτοίμην εἶναι τοῦ τοιούτου χάρακος καὶ τὴν κομιδὴν εὐχερῆ καὶ τὴν χρείαν ἀσφαλῆ καὶ μόνιμον, §18.18.18φανερὸν ὡς εἰ καί τι τῶν ἄλλων πολεμικῶν ἔργων ἄξιον ζήλου καὶ μιμήσεως ὑπάρχει παρὰ Ῥωμαίοις, καὶ τοῦτο, κατά γε τὴν ἐμὴν γνώμην.
因此,由于这种木桩的获取既方便,携带又容易,使用起来安全且稳固,两者之间存在着巨大的差异,显然,如果罗马人的其他军事行为中有任何值得效仿和模仿的地方,在我看来,这一项也同样如此。

词汇与语法注释

  1. 18.18.1ᾗ στρατοπεδεύουσι — 由关系/疑问副词 ᾗ 引导的间接疑问句,意为“他们在何处驻扎”,作主句动词 ἐπιγνῶναι 的宾语。
  2. 18.18.7λαμβάνονται οὐκ ἐναλλάξ — 副词 ἐναλλάξ(交错地、交替地)与被动语态动词 λαμβάνονται 的结合。表示罗马木桩的分支(κεραῖαι)并非交错向各个方向生长,而是偏向一侧,因而便于重叠或抓握(λαμβάνονται)携带。
  3. 18.18.11τῷ βραχείας τὰς εἰς ἀλλήλους ἐμπλοκὰς ... γίνεσθαι — 不带前置词的与格冠词不定式(τῷ + 不定式)表示原因(因为……)。βραχείας 处于谓语位置,意为“因为相互交错十分微弱”。
  4. 18.18.14αὐτοκράτορα τὴν ἐκ τῆς γῆς δύναμιν ἔχειν — 形容词 αὐτοκράτωρ(自立的、自身充分的)作谓语性修饰,描述来自土地的阻力(τὴν ἐκ τῆς γῆς δύναμιν)的性质,意指每个木桩即使没有其他木桩的支撑,其自身在泥土中的固定力也极为强大。

引用这一段

波利比奥斯, 历史 §18.18.1-18.18.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.18.1-18.18.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。