§18.15.1τίσιν οὖν εἰκότως ἂν ἐπιφέροι τις τὴν ὀνομασίαν ταύτην, ἔστι μὲν δυσπαράγραφον· §18.15.2μάλιστα δʼ ἂν προστρέχοι πρὸς τὴν ἀλήθειαν ἐπὶ τοὺς τοιούτους φέρων, ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς ὁλοσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς τοὺς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις,
それでは、いかなる人々に対して人がこの名称を当然適用しうるだろうかということは、一概に規定しがたいことではあるが、もし次のような人々、すなわち、危急の状況において、自らの安全と利益のため、あるいは政治的ライバルとの対立のために、敵に自らの都市を引き渡すような人々すべてにこの名称を向けるならば、最も真実に近づくであろう。
§18.15.3ἢ καὶ νὴ Δία πάλιν ὅσοι φρουρὰν εἰσδεχόμενοι καὶ συγχρώμενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλεῖον δυναμένων ἐξουσίαν.
あるいはまた、言うまでもなく、守備隊を受け入れ、外部からの援助を利用して、自らの衝動や意図に従って、より強力な者たちの権力の下に祖国を服従させるような人々すべてに向けるならば。
§18.15.4τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάττοι πάντας.
これらすべての人々を「裏切り」という名の下に、人は妥当に分類しうるであろう。
§18.15.5οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ καλὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησε, τὰ δʼ ἐναντία πᾶσιν ὁμολογουμένως.
彼らには本当に有益なことや高潔なことは何一つ、決して伴うことはなかったが、その反対のことがすべての人に例外なく伴ったことは、誰もが認めるところである。
§18.15.6ᾗ καὶ θαυμάζειν ἔστι πρὸς τὸν ἐξ ἀρχῆς λόγον, πρὸς τί ποτε βλέποντες ἢ τίσι χρώμενοι διαλογισμοῖς ὁρμῶσι πρὸς τὴν τοιαύτην ἀτυχίαν.
それゆえ、最初の議論に戻って、彼らがいったい何に目を向け、あるいはどのような考えに依拠して、このような不幸へと突進するのかを不思議に思わざるを得ない。
§18.15.7οὔτε γὰρ ἔλαθε πώποτε προδοὺς οὐδεὶς πόλιν ἢ στρατόπεδον ἢ φρούριον, ἀλλὰ κἂν παρʼ αὐτὸν τὸν τῆς πράξεως καιρὸν ἀγνοηθῇ τις, ὅ γʼ ἐπιγινόμενος χρόνος ἐποίησε φανεροὺς ἅπαντας·
というのも、都市や軍営や砦を裏切って発覚せずにすんだ者はかつて一人もいないからである。 むしろ、たといその行為のまさにその瞬間には気づかれずにいたとしても、その後に続く時間が、すべての人を明らかにしたのである。
§18.15.8οὐδὲ μὴν γνωσθεὶς οὐδεὶς οὐδέποτε μακάριον ἔσχε βίον, ἀλλʼ ὡς μὲν ἐπίπαν ὑπʼ αὐτῶν τούτων οἷς χαρίζονται τυγχάνουσι τῆς ἁρμοζούσης τιμωρίας.
また、裏切り者と知られて、幸福な人生を送った者もかつて一人としていない。 それどころか一般に、彼らが便宜を図ったまさにその人々によって、ふさわしい罰を受けることになるのである。
§18.15.9χρῶνται μὲν γὰρ τοῖς προδόταις οἱ στρατηγοὶ καὶ δυνάσται πολλάκις διὰ τὸ συμφέρον· ὅταν γε μὴν ἀποχρήσωνται, χρῶνται λοιπὸν ὡς προδόταις, κατὰ τὸν Δημοσθένην,
実際、将軍たちや支配者たちは利益のためにしばしば裏切り者を利用するが、彼らを使い果たすと、デモステネスが言ったように、その後は裏切り者として扱うのである。
§18.15.10μάλʼ εἰκότως ἡγούμενοι τὸν ἐγχειρίσαντα τοῖς ἐχθροῖς τὴν πατρίδα καὶ τοὺς ἐξ ἀρχῆς φίλους μηδέποτʼ ἂν εὔνουν σφίσι γενέσθαι μηδὲ διαφυλάξαι τὴν πρὸς αὐτοὺς πίστιν.
全くもっともなこととして、彼らは、自らの祖国やもともとの友人を敵に引き渡した者が、自分たちに対して好意を寄せることも、自分たちへの信義を守ることも、決してないであろうと考えているからである。
§18.15.11οὐ μὴν ἀλλʼ ἐὰν καὶ τὰς τούτων διαφύγωσι χεῖρας, τάς γε δὴ τῶν παρασπονδηθέντων οὐ ῥᾳδίως ἐκφυγγάνουσιν.
そればかりか、たとい彼らの手を逃れることができたとしても、裏切られた者たちの手からは容易には逃れられない。
§18.15.12ἐὰν δέ ποτε καὶ τὰς ἀμφοτέρων τούτων ἐπιβουλὰς διολίσθωσιν, ἥ γε παρὰ τοῖς ἄλλοις ἀνθρώποις φήμη τιμωρὸς αὐτοῖς ἕπεται παρʼ ὅλον τὸν βίον, πολλοὺς μὲν φόβους ψευδεῖς, πολλοὺς δʼ ἀληθεῖς παριστάνουσα καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, πᾶσι δὲ συνεργοῦσα καὶ συνυποδεικνύουσα τοῖς κακόν τι κατʼ ἐκείνων βουλευομένοις,
そして、もし万一、これら両者の陰謀をすり抜けることができたとしても、他の人々からの悪評が、復讐者として彼らの生涯につきまとい、夜も昼も、多くの架空の恐怖や、多くの現実の恐怖を彼らの眼前に突きつけ、彼らに対して何か悪事を企てるすべての人々に手を貸し、そそのかすのである。
§18.15.13τὸ δὲ τελευταῖον οὐδὲ κατὰ τοὺς ὕπνους ἐῶσα λήθην αὐτοὺς ἔχειν τῶν ἡμαρτημένων, ἀλλʼ ὀνειρώττειν ἀναγκάζουσα πᾶν γένος ἐπιβουλῆς καὶ περιπετείας, ἅτε συνειδότας ἑαυτοῖς τὴν ὑπάρχουσαν ἐκ πάντων ἀλλοτριότητα πρὸς σφᾶς καὶ τὸ κοινὸν μῖσος.
そして最後には、眠っている間でさえ、彼らが自らの過ちを忘れることを許さず、すべての人から自分たちに向けられた疎外感と公衆の憎悪を自覚しているがゆえに、あらゆる種類の陰謀や急転を夢に見ることを強いるのである。
§18.15.14ἀλλʼ ὅμως τούτων οὕτως ἐχόντων οὐδεὶς οὐδέποτε δεηθεὶς ἠπόρησε προδότου πλὴν τελέως ὀλίγων τινῶν.
しかしながら、これらのことがこのようであるにもかかわらず、極めて稀な例外を除いては、裏切り者を必要とした者で、裏切り者に事欠いた者はかつて一人もいなかった。
§18.15.15ἐξ ὧν εἰκότως εἴποι τις ἂν ὅτι τὸ τῶν ἀνθρώπων γένος, δοκοῦν πανουργότατον εἶναι τῶν ζῴων, πολὺν ἔχει λόγον τοῦ φαυλότατον ὑπάρχειν.
このことから、人は当然次のように言うことができるだろう。 人類は、動物の中で最も賢利であると思われているが、最も愚かであると言いうる十分な根拠を持っている、と。
§18.15.16τὰ μὲν γὰρ ἄλλα ζῷα, ταῖς τοῦ σώματος ἐπιθυμίαις αὐταῖς δουλεύοντα, διὰ μόνας ταύτας σφάλλεται· τὸ δὲ τῶν ἀνθρώπων γένος, καίπερ δεδοξοποιημένον, οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ τὴν φύσιν ἁμαρτάνει.
なぜなら、他の動物たちは、身体の欲求だけに支配されて、これらだけによって誤りを犯すが、人類は、知性があるという評価を得ているにもかかわらず、本性によってと同様に、浅はかさによっても過ちを犯すからである。
§18.15.17καὶ ταῦτα μὲν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω. —
これらについては、我々にとってこの程度に語られたこととしておこう。