§18.14.1ἧι καὶ Δημοσθένην κατὰ πολλά τις ἂν ἐπαινέσας ἐν τούτῳ μέμψαιτο, διότι πικρότατον ὄνειδος τοῖς ἐπιφανεστάτοις τῶν Ἑλλήνων εἰκῇ καὶ ἀκρίτως προσέρριψε,
この点において、多くの点でデモステネスを称賛するであろう者も、このことについては彼を非難するであろう。 なぜなら彼は、最も著名なギリシア人たちに対して、軽率かつ無分別に極めて辛辣な不名誉の非難を投げつけたからである。
§18.14.2φήσας ἐν μὲν Ἀρκαδίᾳ τοὺς περὶ Κερκιδᾶν καὶ Ἱερώνυμον καὶ Εὐκαμπίδαν προδότας γενέσθαι τῆς Ἑλλάδος,
彼は、アルカディアにおいてはケルキダス、ヒエロニュモス、エウカンピダスの仲間がギリシアの裏切り者となったと主張した。
§18.14.3ὅτι Φιλίππῳ συνεμάχουν, ἐν δὲ Μεσσήνῃ τοὺς Φιλιάδου παῖδας Νέωνα καὶ Θρασύλοχον, ἐν Ἄργει δὲ τοὺς περὶ Μύρτιν καὶ Τελέδαμον καὶ Μνασέαν, §18.14.4παραπλησίως ἐν Θετταλίᾳ μὲν τοὺς περὶ Δάοχον καὶ Κινέαν, παρὰ δὲ Βοιωτοῖς τοὺς περὶ Θεογείτονα καὶ Τιμόλαν·
彼らがフィリッポスと同盟を結んだからという理由で。 また、メッセネにおいてはフィリアデスの息子たちであるネオンとトラスロコスを、アルゴスにおいてはミルティス、テレダモス、ムナセアスの仲間を、同様に、テッサリアにおいてはダオコスとキネアスの仲間を、ボイオティア人の間ではテオゲイトンとティモラスの仲間を(裏切り者と呼んだ)。
§18.14.5σὺν δὲ τούτοις καὶ πλείους ἑτέρους ἐξηρίθμηται, κατὰ πόλιν ὀνομάζων, καίτοι γε πάντων μὲν τῶν προειρημένων ἀνδρῶν πολὺν ἐχόντων λόγον καὶ φαινόμενον ὑπὲρ τῶν καθʼ αὑτοὺς δικαίων, πλεῖστον δὲ τῶν ἐξ Ἀρκαδίας καὶ Μεσσήνης.
これらに加えて彼はさらに多くの他の人々を都市ごとに名を挙げて列挙しているが、前述のすべての人々が、自らの立場における正当な理由として、説得力があり明らかな主張を持っているのに対して、特にアルカディアとメッセネの出身者たちは最も多くの理由を持っている。
§18.14.6οὗτοι γὰρ ἐπισπασάμενοι Φίλιππον εἰς Πελοπόννησον καὶ ταπεινώσαντες Λακεδαιμονίους πρῶτον μὲν ἐποίησαν ἀναπνεῦσαι καὶ λαβεῖν ἐλευθερίας ἔννοιαν πάντας τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, §18.14.7ἔπειτα δὲ τὴν χώραν ἀνακομισάμενοι καὶ τὰς πόλεις, ἃς παρῄρηντο Λακεδαιμόνιοι κατὰ τὴν εὐκαιρίαν Μεσσηνίων, Μεγαλοπολιτῶν, Τεγεατῶν, Ἀργείων, ηὔξησαν τὰς ἑαυτῶν πατρίδας ὁμολογουμένως·
というのも、彼らはフィリッポスをペロポネソスへと引き入れ、ラケダイモン人を屈服させることで、第一に、ペロポネソスに住むすべての人々が息を吹き返し、自由の観念を抱くようにさせ、第二に、ラケダイモン人が好機に乗じてメッセネ人、メガロポリス人、テゲア人、アルゴス人から奪っていた土地や都市を取り戻すことによって、自分たちの祖国を確かに発展させたからである。
§18.14.8ἀνθʼ ὧν οὐ πολεμεῖν ὤφειλον Φιλίππῳ καὶ Μακεδόσιν, ἀλλὰ πάντα κατὰ δύναμιν ἐνεργεῖν ὅσα πρὸς δόξαν καὶ τιμὴν ἀνῆκεν.
それゆえ彼らは、フィリッポスやマケドニア人と戦うべきではなく、むしろ自分たちの名声と名誉に関わるすべてのことを力のかぎり実行する義務があったのである。
§18.14.9εἰ μὲν οὖν ταῦτʼ ἔπραττον ἢ φρουρὰν παρὰ Φιλίππου δεχόμενοι ταῖς πατρίσιν ἢ καταλύοντες τοὺς νόμους ἀφῃροῦντο τὴν ἐλευθερίαν καὶ παρρησίαν τῶν πολιτῶν χάριν τῆς ἰδίας πλεονεξίας ἢ δυναστείας, ἄξιοι τῆς προσηγορίας ἦσαν ταύτης·
したがって、もし彼らが、フィリッポスから自国に守備隊を受け入れたり、法律を廃止して市民の自由と言論の自由を奪ったりすることを、自らの強欲や支配欲のために行っていたのであれば、彼らはこの裏切り者という名称に値したであろう。
§18.14.10εἰ δὲ τηροῦντες τὰ πρὸς τὰς πατρίδας δίκαια κρίσει πραγμάτων διεφέροντο, νομίζοντες οὐ ταὐτὸ συμφέρον Ἀθηναίοις εἶναι καὶ ταῖς ἑαυτῶν πόλεσιν, οὐ δήπου διὰ τοῦτο καλεῖσθαι προδότας ἐχρῆν αὐτοὺς ὑπὸ Δημοσθένους.
しかし、もし彼らが、自国に対する義務を守りつつも、情勢の判断において(アテナイ人とは)異なっており、アテナイ人にとっての利益と自分たちの都市にとっての利益が同一ではないと考えていたのであれば、決してそのために彼らがデモステネスによって裏切り者と呼ばれるべきではなかった。
§18.14.11ὁ δὲ πάντα μετρῶν πρὸς τὸ τῆς ἰδίας πατρίδος συμφέρον, καὶ πάντας ἡγούμενος δεῖν τοὺς Ἕλληνας ἀποβλέπειν πρὸς Ἀθηναίους, εἰ δὲ μή, προδότας ἀποκαλῶν, ἀγνοεῖν μοι δοκεῖ καὶ πολὺ παραπαίειν τῆς ἀληθείας [ὃ πεποίηκε Δημοσθένης],
しかし、すべてのことを自国の利益に照らして推し量り、すべてのギリシア人がアテナイ人に目を向けるべきであり、さもなければ裏切り者と呼ぶべきだと考えている彼は、私には真実を理解しておらず、それから大きく逸脱しているように思われる。 [デモステネスがしたことはその通りである。
§18.14.12ἄλλως τε δὴ καὶ τῶν συμβάντων τότε τοῖς Ἕλλησιν οὐ Δημοσθένει μεμαρτυρηκότων ὅτι καλῶς προυνοήθη τοῦ μέλλοντος, ἀλλʼ Εὐκαμπίδᾳ καὶ Ἱερωνύμῳ καὶ Κερκιδᾷ καὶ τοῖς Φιλιάδου παισίν.
]とりわけ、当時ギリシア人に起こった出来事が、デモステネスが未来を正しく見通していたことを証明したのではなく、エウカンピダス、ヒエロニュモス、ケルキダス、およびフィリアデスの息子たちの正しさを証明したのだからなおさらである。
§18.14.13Ἀθηναίοις μὲν γὰρ τῆς πρὸς Φίλιππον ἀντιπαραγωγῆς τὸ τέλος ἀπέβη τὸ πεῖραν λαβεῖν τῶν μεγίστων συμπτωμάτων πταίσασι τῇ μάχῃ τῇ περὶ Χαιρώνειαν·
というのも、アテナイ人にとって、フィリッポスに対する対抗策の結末は、カイロネイアの戦いで敗北を喫し、最大の災厄を身を以て経験することになったからである。
§18.14.14εἰ δὲ μὴ διὰ τὴν τοῦ βασιλέως μεγαλοψυχίαν καὶ φιλοδοξίαν, καὶ πορρωτέρω τὰ τῆς ἀτυχίας ἂν αὐτοῖς προύβη διὰ τὴν Δημοσθένους πολιτείαν.
そして、もしあの王の寛大さと名誉欲がなかったならば、デモステネスの政策のせいで、彼らの不幸はさらに深刻な事態に進んでいたことであろう。
§18.14.15διὰ δὲ τοὺς προειρημένους ἄνδρας κοινῇ μὲν Ἀρκάσι καὶ Μεσσηνίοις ἀπὸ Λακεδαιμονίων ἀσφάλεια καὶ ῥᾳστώνη παρεσκευάσθη, κατʼ ἰδίαν δὲ ταῖς αὐτῶν πατρίσι πολλὰ καὶ λυσιτελῆ συνεξηκολούθησε.
他方で、前述の人々のおかげで、アルカディア人とメッセネ人には共同でラケダイモン人からの安全と平穏がもたらされ、個別的にも、彼ら自身の祖国に多くの有益な結果がもたらされたのである。