Humanitext Reader

波利比奥斯 · 历史 §18.15.1-18.15.17

真正背叛者的定义与其悲惨结局

第 904 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯明确了“叛徒”的定义,并探讨了背叛必然带来的悲惨后果、公众的憎恨和内心的折磨。他进一步反思了人类本性的愚蠢,即尽管毁灭的下场如此显而易见,背叛者却依然层出不穷。

§18.15.1τίσιν οὖν εἰκότως ἂν ἐπιφέροι τις τὴν ὀνομασίαν ταύτην, ἔστι μὲν δυσπαράγραφον· §18.15.2μάλιστα δʼ ἂν προστρέχοι πρὸς τὴν ἀλήθειαν ἐπὶ τοὺς τοιούτους φέρων, ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς ὁλοσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς τοὺς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις, §18.15.3ἢ καὶ νὴ Δία πάλιν ὅσοι φρουρὰν εἰσδεχόμενοι καὶ συγχρώμενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλεῖον δυναμένων ἐξουσίαν.
那么,一个人究竟可以将这个名称合理地加于何种人,这确实是难以明确界定的;但如果将其加于这样的人,即在全面危机时刻,为了自身的安全和利益,或因与政治对手的冲突,而将城市拱手让给敌人的人,那将最接近事实,或者,说真的,再次加于那些因引入守备队并借助外部援助,为了满足自身的冲动和意图,而将祖国置于更强大者权力之下的人。
§18.15.4τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάττοι πάντας.
人们可以合理地将所有这类人归入“叛国者”的名号之下。
§18.15.5οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ καλὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησε, τὰ δʼ ἐναντία πᾶσιν ὁμολογουμένως.
对他们来说,确实从未伴随过任何真正有益或高尚的后果,相反,公认伴随他们的是完全相反的结局。
§18.15.6ᾗ καὶ θαυμάζειν ἔστι πρὸς τὸν ἐξ ἀρχῆς λόγον, πρὸς τί ποτε βλέποντες ἢ τίσι χρώμενοι διαλογισμοῖς ὁρμῶσι πρὸς τὴν τοιαύτην ἀτυχίαν.
因此,回到我们最初的话题,令人不禁感到惊异的是,他们究竟是盯着什么目标,或者凭着什么样的考量,竟会奔向这种不幸。
§18.15.7οὔτε γὰρ ἔλαθε πώποτε προδοὺς οὐδεὶς πόλιν ἢ στρατόπεδον ἢ φρούριον, ἀλλὰ κἂν παρʼ αὐτὸν τὸν τῆς πράξεως καιρὸν ἀγνοηθῇ τις, ὅ γʼ ἐπιγινόμενος χρόνος ἐποίησε φανεροὺς ἅπαντας·
因为从未有任何背叛城市、军营或堡垒的人能瞒天过海而不被发觉;即使有人在行事的那一刻未被察觉,随之而来的时间也使所有人昭然若揭。
§18.15.8οὐδὲ μὴν γνωσθεὶς οὐδεὶς οὐδέποτε μακάριον ἔσχε βίον, ἀλλʼ ὡς μὲν ἐπίπαν ὑπʼ αὐτῶν τούτων οἷς χαρίζονται τυγχάνουσι τῆς ἁρμοζούσης τιμωρίας.
而且,一旦被识破,也从未有人过上幸福的生活,相反,通常他们都会在他们所讨好的那些人手中,遭到应有的惩罚。
§18.15.9χρῶνται μὲν γὰρ τοῖς προδόταις οἱ στρατηγοὶ καὶ δυνάσται πολλάκις διὰ τὸ συμφέρον· ὅταν γε μὴν ἀποχρήσωνται, χρῶνται λοιπὸν ὡς προδόταις, κατὰ τὸν Δημοσθένην, §18.15.10μάλʼ εἰκότως ἡγούμενοι τὸν ἐγχειρίσαντα τοῖς ἐχθροῖς τὴν πατρίδα καὶ τοὺς ἐξ ἀρχῆς φίλους μηδέποτʼ ἂν εὔνουν σφίσι γενέσθαι μηδὲ διαφυλάξαι τὴν πρὸς αὐτοὺς πίστιν.
因为将领和统治者们常常为了利益而利用叛徒;然而一旦利用完毕,正如德摩斯梯尼所说,此后他们就会把他们当成叛徒来对待,这极其自然,因为他们认为,一个将祖国和最初的朋友出卖给敌人的人,绝不可能对他们产生好意,也不可能对他们保持信义。
§18.15.11οὐ μὴν ἀλλʼ ἐὰν καὶ τὰς τούτων διαφύγωσι χεῖρας, τάς γε δὴ τῶν παρασπονδηθέντων οὐ ῥᾳδίως ἐκφυγγάνουσιν.
不仅如此,即使他们逃脱了这些人的手,也难以逃脱被背叛者的手。
§18.15.12ἐὰν δέ ποτε καὶ τὰς ἀμφοτέρων τούτων ἐπιβουλὰς διολίσθωσιν, ἥ γε παρὰ τοῖς ἄλλοις ἀνθρώποις φήμη τιμωρὸς αὐτοῖς ἕπεται παρʼ ὅλον τὸν βίον, πολλοὺς μὲν φόβους ψευδεῖς, πολλοὺς δʼ ἀληθεῖς παριστάνουσα καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, πᾶσι δὲ συνεργοῦσα καὶ συνυποδεικνύουσα τοῖς κακόν τι κατʼ ἐκείνων βουλευομένοις, §18.15.13τὸ δὲ τελευταῖον οὐδὲ κατὰ τοὺς ὕπνους ἐῶσα λήθην αὐτοὺς ἔχειν τῶν ἡμαρτημένων, ἀλλʼ ὀνειρώττειν ἀναγκάζουσα πᾶν γένος ἐπιβουλῆς καὶ περιπετείας, ἅτε συνειδότας ἑαυτοῖς τὴν ὑπάρχουσαν ἐκ πάντων ἀλλοτριότητα πρὸς σφᾶς καὶ τὸ κοινὸν μῖσος.
即使他们有时能避开这两者的阴谋,但其他人类对他们的恶评也会作为复仇者终生跟随着他们,无论昼夜都将许多虚幻的和真实的恐惧呈现在他们面前,并协助和指引所有企图加害他们的人,甚至最后在他们入睡时也不允许他们忘却自己的罪行,而是强迫他们梦见各种阴谋和灾祸,因为他们自己深知所有人对他们的疏远和公众的憎恨。
§18.15.14ἀλλʼ ὅμως τούτων οὕτως ἐχόντων οὐδεὶς οὐδέποτε δεηθεὶς ἠπόρησε προδότου πλὴν τελέως ὀλίγων τινῶν.
然而,尽管如此,除了极少数情况外,任何需要叛徒的人从未为找不到叛徒而发愁。
§18.15.15ἐξ ὧν εἰκότως εἴποι τις ἂν ὅτι τὸ τῶν ἀνθρώπων γένος, δοκοῦν πανουργότατον εἶναι τῶν ζῴων, πολὺν ἔχει λόγον τοῦ φαυλότατον ὑπάρχειν.
由此人们可以合理地说明,人类虽然被认为是动物中最狡黠的,却有充分的理由被视为最愚蠢的。
§18.15.16τὰ μὲν γὰρ ἄλλα ζῷα, ταῖς τοῦ σώματος ἐπιθυμίαις αὐταῖς δουλεύοντα, διὰ μόνας ταύτας σφάλλεται· τὸ δὲ τῶν ἀνθρώπων γένος, καίπερ δεδοξοποιημένον, οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ τὴν φύσιν ἁμαρτάνει.
因为其他动物仅受身体欲望的奴役,仅因这些欲望而犯错;而人类尽管享有理性的声誉,其因愚蠢而犯错的程度却不亚于因本性而犯错。
§18.15.17καὶ ταῦτα μὲν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω. —
关于这些事,我们就说这么多吧。

词汇与语法注释

  1. §18.15.7ἔλαθε ... προδοὺς — 动词 λανθάνω 与分词结合的句型,表示“做某事而不被发觉”。此处与否定词 οὐδεὶς 及 πώποτε 连用,表示“背叛而未被发觉的人一个也没有”。
  2. §18.15.13ἅτε συνειδότας — 连词 ἅτε(表示客观原因的“因为”)与宾格分词 συνειδότας 连用。该宾格在性、数、格上与前文的分词(ἐῶσα, ἀναγκάζουσα)所修饰的代词宾语(αὐτούς,指代叛国者)保持一致。
  3. §18.15.15πολὺν ἔχει λόγον τοῦ φαυλότατον ὑπάρχειν — 名词 λόγος 伴随冠词性不定式属格(τοῦ ὑπάρχειν)的句型,意为“有充分的理由/根据”。最高级形容词 φαυλότατον 作为宾格补足语,与不定式的逻辑主语(τὸ τῶν ἀνθρώπων γένος)保持一致。

引用这一段

波利比奥斯, 历史 §18.15.1-18.15.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.15.1-18.15.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。