§18.16.1ὅτι ὁ βασιλεὺς Ἄτταλος ἐτιμᾶτο μὲν καὶ πρότερον ὑπὸ τῆς τῶν Σικυωνίων πόλεως διαφερόντως, ἐξ οὗ τὴν ἱερὰν χώραν τοῦ Ἀπόλλωνος ἐλυτρώσατο χρημάτων αὐτοῖς οὐκ ὀλίγων,
アッタロス王は、以前からもシキュオンの人々の都市によって格別に重んじられていたが、それは彼らのためにアポロンの聖なる土地を少なからぬ金で請け戻して以来のことである。
§18.16.2ἀνθʼ ὧν καὶ τὸν κολοσσὸν αὐτοῦ τὸν δεκάπηχυν ἔστησαν παρὰ τὸν Ἀπόλλωνα τὸν κατὰ τὴν ἀγοράν.
その返礼として、彼らはアゴラにあるアポロン像の傍らに、彼の十ペキュスの巨像をも建てていた。
§18.16.3τότε δὲ πάλιν αὐτοῦ δέκα τάλαντα δόντος καὶ μυρίους μεδίμνους πυρῶν, πολλαπλασίως ἐπιταθέντες ταῖς εὐνοίαις εἰκόνα τε χρυσῆν ἐψηφίσαντο καὶ θυσίαν αὐτῷ συντελεῖν κατʼ ἔτος ἐνομοθέτησαν.
しかしこの時、再び彼が十タラントンと一万メディムノスの小麦を寄付したため、好意を何倍にも募らせた彼らは、黄金の像を建てることを議決し、彼に対して毎年犠牲式を執り行うことを法律で定めた。
§18.16.4Ἄτταλος μὲν οὖν τυχὼν τῶν τιμῶν τούτων ἀπῆρεν εἰς Κεγχρεάς. —
こうしてアッタロスは、これらの栄誉を受けて、ケンクレアイへと出発した。