§18.14.1ἧι καὶ Δημοσθένην κατὰ πολλά τις ἂν ἐπαινέσας ἐν τούτῳ μέμψαιτο, διότι πικρότατον ὄνειδος τοῖς ἐπιφανεστάτοις τῶν Ἑλλήνων εἰκῇ καὶ ἀκρίτως προσέρριψε, §18.14.2φήσας ἐν μὲν Ἀρκαδίᾳ τοὺς περὶ Κερκιδᾶν καὶ Ἱερώνυμον καὶ Εὐκαμπίδαν προδότας γενέσθαι τῆς Ἑλλάδος, §18.14.3ὅτι Φιλίππῳ συνεμάχουν, ἐν δὲ Μεσσήνῃ τοὺς Φιλιάδου παῖδας Νέωνα καὶ Θρασύλοχον, ἐν Ἄργει δὲ τοὺς περὶ Μύρτιν καὶ Τελέδαμον καὶ Μνασέαν, §18.14.4παραπλησίως ἐν Θετταλίᾳ μὲν τοὺς περὶ Δάοχον καὶ Κινέαν, παρὰ δὲ Βοιωτοῖς τοὺς περὶ Θεογείτονα καὶ Τιμόλαν·
In which respect one who would praise Demosthenes in many other things might blame him in this, because he cast a most bitter reproach upon the most illustrious of the Greeks rashly and indiscriminately, by asserting that in Arcadia Cercidas, Hieronymus, and Eucampidas with their followers became traitors to Greece, because they allied themselves with Philip, and in Messene Neon and Thrasylochus, the sons of Philiades, and in Argos Myrtis, Teledamus, and Mnaseas with their followers, and similarly in Thessaly Daochus and Cineas with their followers, and among the Boeotians Theogeiton and Timolas with their followers.
§18.14.5σὺν δὲ τούτοις καὶ πλείους ἑτέρους ἐξηρίθμηται, κατὰ πόλιν ὀνομάζων, καίτοι γε πάντων μὲν τῶν προειρημένων ἀνδρῶν πολὺν ἐχόντων λόγον καὶ φαινόμενον ὑπὲρ τῶν καθʼ αὑτοὺς δικαίων, πλεῖστον δὲ τῶν ἐξ Ἀρκαδίας καὶ Μεσσήνης.
And in addition to these he has enumerated many others, naming them city by city, although indeed all the aforementioned men had a strong and manifest defense for their own rights, and most of all those from Arcadia and Messene.
§18.14.6οὗτοι γὰρ ἐπισπασάμενοι Φίλιππον εἰς Πελοπόννησον καὶ ταπεινώσαντες Λακεδαιμονίους πρῶτον μὲν ἐποίησαν ἀναπνεῦσαι καὶ λαβεῖν ἐλευθερίας ἔννοιαν πάντας τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, §18.14.7ἔπειτα δὲ τὴν χώραν ἀνακομισάμενοι καὶ τὰς πόλεις, ἃς παρῄρηντο Λακεδαιμόνιοι κατὰ τὴν εὐκαιρίαν Μεσσηνίων, Μεγαλοπολιτῶν, Τεγεατῶν, Ἀργείων, ηὔξησαν τὰς ἑαυτῶν πατρίδας ὁμολογουμένως·
For these, by drawing Philip into the Peloponnese and humbling the Lacedaemonians, first made all the inhabitants of the Peloponnese draw breath and grasp the concept of liberty, and secondly, by recovering the territory and the cities which the Lacedaemonians had seized from the Messenians, Megalopolitans, Tegeans, and Argives as opportunity offered, they by common consent aggrandized their own countries.
§18.14.8ἀνθʼ ὧν οὐ πολεμεῖν ὤφειλον Φιλίππῳ καὶ Μακεδόσιν, ἀλλὰ πάντα κατὰ δύναμιν ἐνεργεῖν ὅσα πρὸς δόξαν καὶ τιμὴν ἀνῆκεν.
In return for which they ought not to have made war on Philip and the Macedonians, but to have done everything in their power that contributed to his glory and honor.
§18.14.9εἰ μὲν οὖν ταῦτʼ ἔπραττον ἢ φρουρὰν παρὰ Φιλίππου δεχόμενοι ταῖς πατρίσιν ἢ καταλύοντες τοὺς νόμους ἀφῃροῦντο τὴν ἐλευθερίαν καὶ παρρησίαν τῶν πολιτῶν χάριν τῆς ἰδίας πλεονεξίας ἢ δυναστείας, ἄξιοι τῆς προσηγορίας ἦσαν ταύτης·
If, therefore, they had done these things either by receiving a garrison from Philip into their countries, or by overthrowing the laws and depriving the citizens of their liberty and freedom of speech for the sake of their own greed or power, they would have been worthy of this appellation.
§18.14.10εἰ δὲ τηροῦντες τὰ πρὸς τὰς πατρίδας δίκαια κρίσει πραγμάτων διεφέροντο, νομίζοντες οὐ ταὐτὸ συμφέρον Ἀθηναίοις εἶναι καὶ ταῖς ἑαυτῶν πόλεσιν, οὐ δήπου διὰ τοῦτο καλεῖσθαι προδότας ἐχρῆν αὐτοὺς ὑπὸ Δημοσθένους.
But if, while guarding their duties toward their countries, they differed in their judgment of affairs, believing that the interest of the Athenians was not the same as that of their own cities, they surely ought not on this account to have been called traitors by Demosthenes.
§18.14.11ὁ δὲ πάντα μετρῶν πρὸς τὸ τῆς ἰδίας πατρίδος συμφέρον, καὶ πάντας ἡγούμενος δεῖν τοὺς Ἕλληνας ἀποβλέπειν πρὸς Ἀθηναίους, εἰ δὲ μή, προδότας ἀποκαλῶν, ἀγνοεῖν μοι δοκεῖ καὶ πολὺ παραπαίειν τῆς ἀληθείας [ὃ πεποίηκε Δημοσθένης], §18.14.12ἄλλως τε δὴ καὶ τῶν συμβάντων τότε τοῖς Ἕλλησιν οὐ Δημοσθένει μεμαρτυρηκότων ὅτι καλῶς προυνοήθη τοῦ μέλλοντος, ἀλλʼ Εὐκαμπίδᾳ καὶ Ἱερωνύμῳ καὶ Κερκιδᾷ καὶ τοῖς Φιλιάδου παισίν.
But he, measuring everything by the interest of his own country, and thinking that all the Greeks ought to look to the Athenians, or else calling them traitors, seems to me to be ignorant and to deviate far from the truth [which Demosthenes has done], especially since the events which then befell the Greeks did not bear witness to Demosthenes that he had well foreseen the future, but to Eucampidas, Hieronymus, Cercidas, and the sons of Philiades.
§18.14.13Ἀθηναίοις μὲν γὰρ τῆς πρὸς Φίλιππον ἀντιπαραγωγῆς τὸ τέλος ἀπέβη τὸ πεῖραν λαβεῖν τῶν μεγίστων συμπτωμάτων πταίσασι τῇ μάχῃ τῇ περὶ Χαιρώνειαν· §18.14.14εἰ δὲ μὴ διὰ τὴν τοῦ βασιλέως μεγαλοψυχίαν καὶ φιλοδοξίαν, καὶ πορρωτέρω τὰ τῆς ἀτυχίας ἂν αὐτοῖς προύβη διὰ τὴν Δημοσθένους πολιτείαν.
For to the Athenians the result of their opposition to Philip turned out to be the experience of the greatest disasters, after they were defeated in the battle of Chaeronea; and had it not been for the king's magnanimity and love of honor, their misfortunes would have proceeded even further because of Demosthenes' policy.
§18.14.15διὰ δὲ τοὺς προειρημένους ἄνδρας κοινῇ μὲν Ἀρκάσι καὶ Μεσσηνίοις ἀπὸ Λακεδαιμονίων ἀσφάλεια καὶ ῥᾳστώνη παρεσκευάσθη, κατʼ ἰδίαν δὲ ταῖς αὐτῶν πατρίσι πολλὰ καὶ λυσιτελῆ συνεξηκολούθησε.
But through the aforementioned men, safety and ease from the Lacedaemonians were secured for the Arcadians and Messenians in common, and many beneficial results followed individually for their own countries.