§16.14.1ὅτι φησὶ Πολύβιος ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγράφασι καὶ περὶ τούτων τῶν καιρῶν, ἐν οἷς τά τε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας ναυμαχίας συνετελέσθη, βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆναι.
ポリュビオスは次のように言う。 部分的な歴史を著した者たちのうちの一部が、メッセニア人の件や前述の海戦がなされたこれらの時期について書いているので、私は彼らについて短く論じたいと思う。
§16.14.2ποιήσομαι δʼ οὐ πρὸς ἅπαντας, ἀλλʼ ὅσους ὑπολαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς·
私はすべての者に対してではなく、記憶に値し、吟味に値すると考える者たちに対してこれを行う。
εἰσὶ δʼ οὗτοι Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι.
それはロドス人のゼノンとアンティステネスである。
§16.14.3τούτους δʼ ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας.
彼らがそれに値すると私が判断する理由はいくつかある。
καὶ γὰρ κατὰ τοὺς καιροὺς γεγόνασι καὶ προσέτι πεπολίτευνται καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολιτικοῖς.
彼らはこの時期に生きており、そのうえ政治に携わり、何よりも全体の著作を利益のためではなく、名誉のため、また政治家にふさわしい義務として行ったからである。
§16.14.4τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις ἀναγκαῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος ὀνόματι καὶ τῷ δοκεῖν οἰκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντιδοξούντων πρὸς αὐτοὺς ἐνίοτε, μᾶλλον ἐπακολουθήσωσιν ἐκείνοις ἤπερ ἡμῖν οἱ φιλομαθοῦντες.
しかし、彼らが我々と同じ出来事を書いている以上、黙っているわけにはいかない。 なぜなら、彼らの祖国の名と、海戦がロドス人にとって最も身近なものであると思われることによって、我々が時に彼らと異なる意見を持つときに、学ぶ意欲のある人々が我々よりもむしろ彼らに従ってしまうことがないようにするためである。
§16.14.5οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Λάδην ναυμαχίαν οὐχ ἥττω τῆς περὶ Χίον, ἀλλʼ ἐνεργεστέραν καὶ παραβολωτέραν ἀποφαίνουσι καὶ τῇ κατὰ μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ καὶ καθόλου φασὶ τὸ νίκημα γεγονέναι κατὰ τοὺς Ῥοδίους.
さて、彼ら両名はまず第一に、ラデの海戦をキオスの海戦に劣るものではなく、より激しく冒険的なものであったとし、個々の戦闘における危険と戦闘の展開において、全体としてロドス人に勝利があったと主張している。
§16.14.6ἐγὼ δὲ διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας, συγχωρήσαιμʼ ἄν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεβηκόσιν ἀποφάσεις ποιεῖσθαι περὶ αὐτῶν.
私は、歴史家が自らの祖国に対してある程度の偏愛を示すべきであるということは認めるかもしれないが、しかし出来事と正反対の主張をそれについてなすべきではないと考える。
§16.14.7ἱκανὰ γὰρ τὰ κατʼ ἄγνοιαν γινόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρωπον δυσχερές·
なぜなら、執筆者にとって、無知のゆえに生じるものだけで十分であり、それを人間が避けることは困難だからである。
§16.14.8ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφῶμεν ἢ πατρίδος ἕνεκεν ἢ φίλων [ἢ] χάριτος, τί διοίσομεν τῶν ἀπὸ τούτου τὸν βίον ποριζομένων;
しかし、もし我々が意図的に、祖国のためであれ友人のためであれ、あるいは好意のために偽りを書くならば、このことから生計を立てている者たちと何が異なるだろうか。
§16.14.9ὥσπερ γὰρ ἐκεῖνοι τῷ λυσιτελεῖ μετροῦντες ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις, οὕτως οἱ πολιτικοὶ τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι πολλάκις εἰς ταὐτὸ τέλος ἐμπίπτουσι τοῖς προειρημένοις.
なぜなら、彼らが利益によって推し量ることで自らの著作の価値を落とすように、政治家たちも憎しみや愛好に引きずられて、しばしば前述の者たちと同じ結果に陥るからである。
§16.14.10διὸ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι.
それゆえ、読者側はこの点を注意深く観察せねばならず、執筆者自身もこの点を自戒せねばならない。