§16.15.1δῆλον δʼ ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων.
今述べていることは実際の出来事から明らかである。
ὁμολογοῦντες γὰρ οἱ προειρημένοι διὰ τῶν κατὰ μέρος ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις, §16.15.2ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολλοὺς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀποχωρεῖν πρὸς τὸ πέλαγος, §16.15.3τέλος δὲ μετʼ ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναγκασθῆναι ταὐτὸ τοῖς προειρημένοις πράττειν, §16.15.4καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπουρώσαντας καθορμισθῆναι, τῇ δʼ ἐπαύριον ἀναχθέντας εἰς Κῶ διᾶραι, §16.15.5τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνάψασθαι καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην ἐπὶ τῇ ʼκείνων στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν, §16.15.6ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονός, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι διὰ τὴν ἔφοδον,
前述の者たちは、ラデの海戦に関する詳細な記述の中で、ロドス人の5段櫂船2隻が乗組員ごと敵の手に落ちたこと、また、その危険な戦闘から1隻の船が、損傷して浸水していたために補助帆を掲げたことで、近くの多くの船も同様にして沖合へと退却したこと、そして最後には、わずかな船とともに残された提督が、前述の者たちと同様のことをすることを余儀なくされたこと、そしてその時はミュンディア領に退いて停泊し、翌日には出帆してコス島へと渡ったこと、他方、敵はこれら5段櫂船をつなぎ留め、ラデに停泊して、彼らの陣地跡に野営したこと、さらにミレトス人は、起こったことに驚嘆し、フィリッポスだけでなくヘラクレイデスをもその進撃に対して戴冠したこと、これらを認めている。
§16.15.7ταῦτα δʼ εἰρηκότες ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως νικῶντας ἀποφαίνουσι τοὺς Ῥοδίους,
彼らは、明らかに敗者の特徴であるこのような事柄を述べておきながら、それでもなお、個々の記述においても、全体的な主張においても、ロドス人が勝利したと主張している。
§16.15.8καὶ ταῦτα τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ τῆς ὑπʼ αὐτοὺς τοὺς καιροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντισθένους καὶ Ζήνωνος ἀποφάσεσι συμφωνούσης ἀλλὰ ταῖς ἡμετέραις.
しかも、まさにその時期に提督からこれらのことについて評議会とプリュタネイス(執政官たち)に送られた書簡が、現在もなおプリュタネイオン(評議堂)に保管されており、その書簡はアンティステネスやゼノンの主張ではなく、我々の記述と一致しているにもかかわらず、である。