Humanitext Reader

波利比奥斯 · 历史 §16.14.1-16.14.10

对罗得岛历史学家芝诺与安提斯泰尼的评判

第 862 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯对撰写了相同历史事件的罗得岛历史学家芝诺和安提斯泰尼进行了批判性审查,讨论了历史叙述中客观性的必要性以及故意说谎所带来的危害。

§16.14.1ὅτι φησὶ Πολύβιος ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγράφασι καὶ περὶ τούτων τῶν καιρῶν, ἐν οἷς τά τε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας ναυμαχίας συνετελέσθη, βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆναι.
波利比乌斯说,既然一些撰写局部历史的人也记录了美塞尼亚人的事务以及上述海战发生的这些时期,我希望对他们进行简短的探讨。
§16.14.2ποιήσομαι δʼ οὐ πρὸς ἅπαντας, ἀλλʼ ὅσους ὑπολαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς· εἰσὶ δʼ οὗτοι Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι.
我不针对所有人,而仅针对那些我认为值得记述和辨析的人;他们是罗得岛人芝诺和安提斯泰尼。
§16.14.3τούτους δʼ ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας.
我判定他们值得注意,出于多重原因。
καὶ γὰρ κατὰ τοὺς καιροὺς γεγόνασι καὶ προσέτι πεπολίτευνται καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολιτικοῖς.
因为他们生活在这些时期,此外还参与了政治事务,且总体而言,他们撰写这部著作并非为了谋利,而是为了名誉以及适合政治家的责任。
§16.14.4τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις ἀναγκαῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος ὀνόματι καὶ τῷ δοκεῖν οἰκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντιδοξούντων πρὸς αὐτοὺς ἐνίοτε, μᾶλλον ἐπακολουθήσωσιν ἐκείνοις ἤπερ ἡμῖν οἱ φιλομαθοῦντες.
但既然他们记录了与我们相同的事件,我们就必须不能保持沉默,以免因为他们祖国的名声,以及海战对罗得岛人来说似乎最为熟悉,而在我们有时与他们持相反意见时,求知者会追随他们而非追随我们。
§16.14.5οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Λάδην ναυμαχίαν οὐχ ἥττω τῆς περὶ Χίον, ἀλλʼ ἐνεργεστέραν καὶ παραβολωτέραν ἀποφαίνουσι καὶ τῇ κατὰ μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ καὶ καθόλου φασὶ τὸ νίκημα γεγονέναι κατὰ τοὺς Ῥοδίους.
因此,这两个人首先宣称拉德海战不逊于基奥斯海战,而是更加激烈和冒险,并且他们声称,无论是在具体战斗的危险和展开中,总体而言胜利都属于罗得岛人。
§16.14.6ἐγὼ δὲ διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας, συγχωρήσαιμʼ ἄν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεβηκόσιν ἀποφάσεις ποιεῖσθαι περὶ αὐτῶν.
至于我,我或许可以容许历史学家对自己的祖国有所偏向,但这绝不意味着可以对它们做出与事实相反的陈述。
§16.14.7ἱκανὰ γὰρ τὰ κατʼ ἄγνοιαν γινόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρωπον δυσχερές· §16.14.8ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφῶμεν ἢ πατρίδος ἕνεκεν ἢ φίλων [ἢ] χάριτος, τί διοίσομεν τῶν ἀπὸ τούτου τὸν βίον ποριζομένων;
因为对于撰写者来说,因无知而产生的错误已经足够多了,而这些错误是人难以避免的;但如果我们有意写下谎言,无论是为了祖国、朋友还是为了讨好,我们与那些以此谋生的人又有什么区别呢?
§16.14.9ὥσπερ γὰρ ἐκεῖνοι τῷ λυσιτελεῖ μετροῦντες ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις, οὕτως οἱ πολιτικοὶ τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι πολλάκις εἰς ταὐτὸ τέλος ἐμπίπτουσι τοῖς προειρημένοις.
因为正如那些人通过利益来衡量,从而使自己的著作失去信誉一样,政治家们因仇恨或偏爱而受到牵引,也常常陷入与上述人相同的结局。
§16.14.10διὸ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι.
因此,读者必须仔细观察这一部分,而撰写者自己也必须对此加以防范。

词汇与语法注释

  1. 16.14.4τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις — 带有与格冠词 τῷ 的不定式从句 γράφειν 用作表示原因的与格,意为“因为他们撰写了与我们相同的事件……”。
  2. 16.14.4ἡμῶν ἀντιδοξούντων — 属格独立结构,起时间或条件/让步状语从句的作用(“当我们有时与他们持相反意见时”)。
  3. 16.14.6διότι — 虽然原本表示“因为(because)”,但在此处 διότι 的用法等同于 ὅτι,引导一个名词从句,作为主句动词 συγχωρήσαιμι ἄν 的直接宾语(“我或许可以承认……”)。
  4. 16.14.10τοὺς μὲν ἀναγινώσκοντας ... τοὺς δὲ γράφοντας αὐτοὺς — 依赖于非人称动词 δεῖ 的不定式(分别为 παρατηρεῖν 和 παραφυλάττεσθαι)的宾格主语(“读者应当……撰写者自身应当……”)。

引用这一段

波利比奥斯, 历史 §16.14.1-16.14.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.14.1-16.14.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。