§15.6.1ὑδρείαν ἐντὸς βέλους ποιησάμενος.
給水所を自軍の射程内に確保した。
κἀντεῦθεν ἐξέπεμψε πρὸς τὸν τῶν Καρχηδονίων στρατηγόν, φάσκων ἕτοιμος εἶναι συμπορεύεσθαι πρὸς αὐτὸν εἰς λόγους.
そしてそこからカルタゴの将軍のもとに使者を送り、会談のために彼のもとへと赴く用意があると言わせた。
§15.6.2ὧν ἀκούσας Ἀννίβας ἀνέζευξε, καὶ συνεγγίσας, ὥστε μὴ πλεῖον ἀπέχειν τριάκοντα σταδίων, κατεστρατοπέδευσε πρός τινα λόφον, ὃς τὰ μὲν λοιπὰ πρὸς τὸν παρόντα καιρὸν ὀρθῶς ἔχειν ἐδόκει, τὴν δʼ ὑδρείαν ἀπωτέρω μικρὸν εἶχε·
これを聞いてハンニバルは軍を発し、接近して、その距離が三十スタディオンを超えないようにして、ある丘の近くに陣を張った。
καὶ πολλὴν ταλαιπωρίαν ὑπέμενον οἱ στρατιῶται περὶ τοῦτο τὸ μέρος,
その丘は、他の点では現在の状況に適しているように見えたが、給水所が少し遠くにあり、兵士たちはこの点に関して多大な苦労を被った。
§15.6.3κατὰ δὲ τὴν ἑξῆς ἡμέραν προῆλθον ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀμφότεροι μετʼ ὀλίγων ἱππέων, κἄπειτα χωρισθέντες ἀπὸ τούτων αὐτοὶ συνῆλθον εἰς τὸ μέσον ἔχοντες ἑρμηνέα μεθʼ αὑτῶν.
翌日、両者はそれぞれ少数の騎兵を伴って自らの陣営から前進し、その後、彼らから離れて、通訳を同伴して二人だけで中間地点で合流した。
§15.6.4δεξιωσάμενος δὲ πρῶτος Ἀννίβας ἤρξατο λέγειν ὡς ἐβούλετο μὲν ἂν μήτε Ῥωμαίους ἐπιθυμῆσαι μηδέποτε μηδενὸς τῶν ἐκτὸς Ἰταλίας μήτε Καρχηδονίους τῶν ἐκτὸς Λιβύης·
まずハンニバルが挨拶し、次のように語り始めた。 ローマ人がイタリア以外のものを決して何一つ望まないこと、またカルタゴ人がリビア以外のものを決して望まないことを、自分としては望んでいたであろう、と。
§15.6.5ἀμφοτέροις γὰρ εἶναι ταύτας καὶ καλλίστας δυναστείας καὶ συλλήβδην ὡς ἂν εἰ περιωρισμένας ὑπὸ τῆς φύσεως.
なぜなら、双方にとってこれらこそが最も優れた支配領域であり、一言で言えば、あたかも自然によって境界を定められているかのようだからである。
§15.6.6"ἐπεὶ δὲ πρῶτον μὲν ὑπὲρ τῶν κατὰ Σικελίαν ἀμφισβητήσαντες ἐξεπολεμώσαμεν ἀλλήλους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατʼ Ἰβηρίαν, τὸ δὲ τέλος ὑπὸ τῆς τύχης οὔπω νουθετούμενοι μέχρι τούτου προβεβήκαμεν ὥστε καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους οὓς μὲν κεκινδυνευκέναι, τοὺς δʼ ἀκμὴν ἔτι καὶ νῦν κινδυνεύειν, §15.6.7λοιπόν ἐστιν, εἴ πως δυνάμεθα διʼ αὑτῶν παραιτησάμενοι τοὺς θεοὺς διαλύσασθαι τὴν ἐνεστῶσαν φιλοτιμίαν.
「しかし、最初にシチリアをめぐって争い、互いに戦火を交え、その後再びイベリアをめぐり、最後には、運命によってまだ懲らしめられることなくここまで至り、その結果、祖国の領土そのものをめぐって、一方はかつて危機に瀕し、他方はまさに今なお危機に瀕しているのだから、もし何とかして、我々自身の手で、神々に祈りを捧げて現在の争いを解決できるならば、それが残された道である。
§15.6.8ἐγὼ μὲν οὖν ἕτοιμός εἰμι τῷ πεῖραν εἰληφέναι διʼ αὐτῶν τῶν πραγμάτων ὡς εὐμετάθετός ἐστιν ἡ τύχη καὶ παρὰ μικρὸν εἰς ἑκάτερα ποιεῖ μεγάλας ῥοπάς, καθά
したがって、私自身は、実際の出来事を通じて、運命がいかに移り変わりやすく、わずかなことでどちらの側にも大きな傾きをもたらすかを身をもって経験し知っているがゆえに、同意する用意がある。 ちょうど