§15.5.1οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὰς πόλεις ἐκπορθουμένας, ἔπεμπον πρὸς τὸν Ἀννίβαν, δεόμενοι μὴ μέλλειν, ἀλλὰ προσπελάζειν τοῖς πολεμίοις καὶ κρίνειν τὰ πράγματα διὰ μάχης.
カルタゴ人たちは諸都市が略奪されるのを見て、ハンニバルのもとに使者を送り、ぐずぐずしないで敵に接近し、戦闘によって決着をつけるよう求めた。
§15.5.2ὁ δὲ διακούσας τοῖς μὲν παροῦσιν ἀπεκρίθη τἄλλα σκοπεῖν, περὶ δὲ τούτου ῥᾳθυμεῖν· διαλήψεσθαι γὰρ τὸν καιρὸν αὐτός.
彼はそれを聞き届けると、やって来た者たちに対し、他のことは自分たちで心配し、この件については気楽にしているように、というのも自身で好機を見極めるからである、と答えた。
§15.5.3μετὰ δέ τινας ἡμέρας ἀναζεύξας ἐκ τῶν παρὰ τὸν Ἀδρύμητα τόπων προῆλθε καὶ κατεστρατοπέδευσε περὶ Ζάμαν·
数日後、彼はハドルメトゥム近郊の地域から軍を発して前進し、ザマの近くに陣を張った。
αὕτη δʼ ἐστὶ πόλις ἀπέχουσα Καρχηδόνος ὡς πρὸς τὰς δύσεις ὁδὸν ἡμερῶν πέντε.
これはカルタゴから西へおよそ五日間の道のりにある都市である。
κἀκεῖθεν ἐξέπεμψε τρεῖς κατασκόπους,
そこから彼は三人の偵察を送り出した。
§15.5.4βουλόμενος ἐπιγνῶναι ποῦ στρατοπεδεύουσι καὶ πῶς χειρίζει τὰ κατὰ τὰς παρεμβολὰς ὁ τῶν Ῥωμαίων στρατηγός.
彼らがどこに陣を敷いており、ローマの将軍が陣内の諸事をどのように執り行っているかを探るためであった。
Πόπλιος δʼ, §15.5.5ἐπαναχθέντων ὡς αὐτὸν τῶν κατασκόπων, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν τοὺς ἑαλωκότας, καθάπερ ἔθος ἐστὶ τοῖς ἄλλοις, ὡς τοὐναντίον συστήσας αὐτοῖς χιλίαρχον ἐπέταξε πάντα καθαρίως ὑποδεῖξαι τὰ κατὰ τὴν παρεμβολήν.
しかしプブリウスは、その偵察たちが自分のところに連行されてくると、他の人々が通常するように捕らえられた者たちを罰することは全くせず、それどころか彼らに千人隊長を一人つけて、陣内の様子をすべて包み隠さず案内するよう命じた。
§15.5.6γενομένου δὲ τούτου προσεπύθετο τῶν ἀνθρώπων εἰ πάντα φιλοτίμως αὐτοῖς ὑποδέδειχεν ὁ συσταθείς·
これがなされると、彼はその者たちに、同行した者がすべてを入念に案内したかどうかをさらに尋ねた。
τῶν δὲ φησάντων, §15.5.7δοὺς ἐφόδια καὶ παραπομπὴν ἐξαπέστειλε προστάξας ἐπιμελῶς Ἀννίβᾳ διασαφεῖν περὶ τῶν ἀπηντημένων αὐτοῖς.
彼らがそうであると答えると、旅費と護衛を与えて送り出し、自分たちに起こったことをハンニバルに詳細に報告するよう命じた。
§15.5.8ὧν παραγενηθέντων θαυμάσας ὁ Ἀννίβας τὴν μεγαλοψυχίαν καὶ τόλμαν τἀνδρὸς οὐκ οἶδʼ ὅπως εἰς ὁρμὴν ἔπεσε τοῦ βούλεσθαι συνελθεῖν εἰς λόγους τῷ Ποπλίῳ.
彼らが戻ってくると、ハンニバルはその男の度量の大きさと大胆さに感嘆し、どういうわけか、プブリウスと会談したいという衝動に駆られた。
§15.5.9κρίνας δὲ τοῦτο διεπέμψατο κήρυκα, φάσκων βούλεσθαι κοινολογηθῆναι πρὸς αὐτὸν ὑπὲρ τῶν ὅλων.
これを決意すると、彼は使者を送り、大局について彼と直接協議したいと言わせた。
§15.5.10ὁ δὲ Πόπλιος ἀκούσας ταῦτα τοῦ κήρυκος συγκατετίθετο τοῖς παρακαλουμένοις, ἔφη δὲ πέμψειν πρὸς αὐτὸν διασαφῶν, ἐπειδὰν μέλλῃ συμπορεύεσθαι, τὸν τόπον καὶ τὸν καιρόν.
プブリウスは使者からこれを聞くと、その要求に同意し、自分が会談に出発する際に、その場所と時間を彼に知らせるために使者を送ると答えた。
§15.5.11ταῦτα μὲν οὖν ἀκούσας ὁ κῆρυξ ἐπανῆλθε πάλιν εἰς τὴν ἰδίαν παρεμβολήν·
これを聞いて使者は、再び自らの陣営へと戻っていった。
§15.5.12τῇ δʼ ἐπαύριον ἧκε Μασαννάσας, ἔχων πεζοὺς μὲν εἰς ἑξακισχιλίους, ἱππεῖς δὲ περὶ τετρακισχιλίους.
翌日、マサニッサが歩兵約六千、騎兵およそ四千を率いて到着した。
§15.5.13ὃν ἀποδεξάμενος ὁ Πόπλιος φιλανθρώπως καὶ συγχαρεὶς ἐπὶ τῷ πάντας ὑπηκόους πεποιῆσθαι τοὺς πρότερον Σόφακι πειθομένους,
プブリウスは彼を温かく迎え、以前はシファクスに従っていた者たちをすべて服属させたことをともに喜ぶと、軍を発し、ナラガラという都市の近くに至って陣を張った。
§15.5.14ἀνέζευξε, καὶ παραγενηθεὶς πρὸς πόλιν Ναράγαρα κατεστρατοπέδευσε, πρός τε τἄλλα τόπον εὐφυῆ καταλαβόμενος καὶ τὴν
そこは諸々の点において有利な場所を確保しており、また、