§15.6.1ὑδρείαν ἐντὸς βέλους ποιησάμενος.
watering-place within missile range.
κἀντεῦθεν ἐξέπεμψε πρὸς τὸν τῶν Καρχηδονίων στρατηγόν, φάσκων ἕτοιμος εἶναι συμπορεύεσθαι πρὸς αὐτὸν εἰς λόγους. §15.6.2ὧν ἀκούσας Ἀννίβας ἀνέζευξε, καὶ συνεγγίσας, ὥστε μὴ πλεῖον ἀπέχειν τριάκοντα σταδίων, κατεστρατοπέδευσε πρός τινα λόφον, ὃς τὰ μὲν λοιπὰ πρὸς τὸν παρόντα καιρὸν ὀρθῶς ἔχειν ἐδόκει, τὴν δʼ ὑδρείαν ἀπωτέρω μικρὸν εἶχε· καὶ πολλὴν ταλαιπωρίαν ὑπέμενον οἱ στρατιῶται περὶ τοῦτο τὸ μέρος, §15.6.3κατὰ δὲ τὴν ἑξῆς ἡμέραν προῆλθον ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀμφότεροι μετʼ ὀλίγων ἱππέων, κἄπειτα χωρισθέντες ἀπὸ τούτων αὐτοὶ συνῆλθον εἰς τὸ μέσον ἔχοντες ἑρμηνέα μεθʼ αὑτῶν. §15.6.4δεξιωσάμενος δὲ πρῶτος Ἀννίβας ἤρξατο λέγειν ὡς ἐβούλετο μὲν ἂν μήτε Ῥωμαίους ἐπιθυμῆσαι μηδέποτε μηδενὸς τῶν ἐκτὸς Ἰταλίας μήτε Καρχηδονίους τῶν ἐκτὸς Λιβύης· §15.6.5ἀμφοτέροις γὰρ εἶναι ταύτας καὶ καλλίστας δυναστείας καὶ συλλήβδην ὡς ἂν εἰ περιωρισμένας ὑπὸ τῆς φύσεως. §15.6.6"ἐπεὶ δὲ πρῶτον μὲν ὑπὲρ τῶν κατὰ Σικελίαν ἀμφισβητήσαντες ἐξεπολεμώσαμεν ἀλλήλους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατʼ Ἰβηρίαν, τὸ δὲ τέλος ὑπὸ τῆς τύχης οὔπω νουθετούμενοι μέχρι τούτου προβεβήκαμεν ὥστε καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους οὓς μὲν κεκινδυνευκέναι, τοὺς δʼ ἀκμὴν ἔτι καὶ νῦν κινδυνεύειν, §15.6.7λοιπόν ἐστιν, εἴ πως δυνάμεθα διʼ αὑτῶν παραιτησάμενοι τοὺς θεοὺς διαλύσασθαι τὴν ἐνεστῶσαν φιλοτιμίαν. §15.6.8ἐγὼ μὲν οὖν ἕτοιμός εἰμι τῷ πεῖραν εἰληφέναι διʼ αὐτῶν τῶν πραγμάτων ὡς εὐμετάθετός ἐστιν ἡ τύχη καὶ παρὰ μικρὸν εἰς ἑκάτερα ποιεῖ μεγάλας ῥοπάς, καθά
And from there he sent a message to the general of the Carthaginians, saying that he was ready to meet him for a conference. On hearing this, Hannibal decamped, and having approached so as to be not more than thirty stades away, pitched his camp near a certain hill, which in other respects seemed well suited to the present occasion, but had the watering-place a little too far off; and the soldiers suffered great hardship in this respect. On the following day, both advanced from their respective camps with a few horsemen, and then, separating themselves from these, they met by themselves in the middle, having an interpreter with them. Hannibal, having been the first to greet him, began to speak, saying that he could have wished that neither the Romans had ever coveted anything outside Italy, nor the Carthaginians anything outside Libya; for to both these were most excellent empires, and, in a word, as if fenced off by nature. "But since, having first disputed over Sicily, we went to war with each other, and after that again over Iberia, and finally, not yet chastened by Fortune, we have advanced so far that even concerning the very soil of our native land, the one side has been in danger, and the other is even now still in danger, it remains, if by any means we can, by ourselves imploring the gods, to settle our present rivalry. I, then, am ready, because I have learned by actual experience how changeable Fortune is, and how by a small turn she makes a great difference to either side, just as