Humanitext Reader

波利比奥斯 · 历史 §15.6.1-15.6.8

普布利乌斯与汉尼拔的直接会晤与和平商议

第 814 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯在纳拉加拉安营并提议会面,汉尼拔遂率军靠近安营。两位将军在翻译的协助下亲自会晤,汉尼拔首先对两国过去的领土争端表示遗憾,并寻求和平解决的方法。

§15.6.1ὑδρείαν ἐντὸς βέλους ποιησάμενος.
并将给水处设在己方弓矢射程之内。
κἀντεῦθεν ἐξέπεμψε πρὸς τὸν τῶν Καρχηδονίων στρατηγόν, φάσκων ἕτοιμος εἶναι συμπορεύεσθαι πρὸς αὐτὸν εἰς λόγους.
随后,他从那里派人去见迦太基人的将军,表示自己已准备好与他会面交谈。
§15.6.2ὧν ἀκούσας Ἀννίβας ἀνέζευξε, καὶ συνεγγίσας, ὥστε μὴ πλεῖον ἀπέχειν τριάκοντα σταδίων, κατεστρατοπέδευσε πρός τινα λόφον, ὃς τὰ μὲν λοιπὰ πρὸς τὸν παρόντα καιρὸν ὀρθῶς ἔχειν ἐδόκει, τὴν δʼ ὑδρείαν ἀπωτέρω μικρὸν εἶχε·
汉尼拔听后便拔营前行,在逼近至不超过三十斯塔德的地方,于一座山丘附近安营扎寨。
καὶ πολλὴν ταλαιπωρίαν ὑπέμενον οἱ στρατιῶται περὶ τοῦτο τὸ μέρος,
这座山丘在其他方面似乎都很适合眼下的需要,但给水处稍远了一些,士兵们在这一方面遭受了极大的苦难。
§15.6.3κατὰ δὲ τὴν ἑξῆς ἡμέραν προῆλθον ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀμφότεροι μετʼ ὀλίγων ἱππέων, κἄπειτα χωρισθέντες ἀπὸ τούτων αὐτοὶ συνῆλθον εἰς τὸ μέσον ἔχοντες ἑρμηνέα μεθʼ αὑτῶν.
第二天,两人都带着少数骑兵从各自的营地出发,随后他们与骑兵分开,在中间地带单独会面,随身带有一名翻译。
§15.6.4δεξιωσάμενος δὲ πρῶτος Ἀννίβας ἤρξατο λέγειν ὡς ἐβούλετο μὲν ἂν μήτε Ῥωμαίους ἐπιθυμῆσαι μηδέποτε μηδενὸς τῶν ἐκτὸς Ἰταλίας μήτε Καρχηδονίους τῶν ἐκτὸς Λιβύης· §15.6.5ἀμφοτέροις γὰρ εἶναι ταύτας καὶ καλλίστας δυναστείας καὶ συλλήβδην ὡς ἂν εἰ περιωρισμένας ὑπὸ τῆς φύσεως.
汉尼拔首先致意并开始说道,他本希望罗马人从未觊觎过意大利以外的任何东西,迦太基人也从未觊觎过利比亚以外的任何东西;因为对双方来说,这些都是最优秀的统治领地,总之,就好像是被自然界所限隔开来的一样。
§15.6.6"ἐπεὶ δὲ πρῶτον μὲν ὑπὲρ τῶν κατὰ Σικελίαν ἀμφισβητήσαντες ἐξεπολεμώσαμεν ἀλλήλους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατʼ Ἰβηρίαν, τὸ δὲ τέλος ὑπὸ τῆς τύχης οὔπω νουθετούμενοι μέχρι τούτου προβεβήκαμεν ὥστε καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους οὓς μὲν κεκινδυνευκέναι, τοὺς δʼ ἀκμὴν ἔτι καὶ νῦν κινδυνεύειν, §15.6.7λοιπόν ἐστιν, εἴ πως δυνάμεθα διʼ αὑτῶν παραιτησάμενοι τοὺς θεοὺς διαλύσασθαι τὴν ἐνεστῶσαν φιλοτιμίαν.
“但是,既然我们首先为了西西里争端而互相开战,此后又为了伊比利亚开战,最后,在尚未受到命运的惩戒之下,我们已经走到了这一步,以至于为了祖国的领土,一方曾身处险境,而另一方至今仍处于危险之中,那么,如果我们能设法通过自己向神明祈求,来消除眼前的争端,这就是剩下唯一的出路了。
§15.6.8ἐγὼ μὲν οὖν ἕτοιμός εἰμι τῷ πεῖραν εἰληφέναι διʼ αὐτῶν τῶν πραγμάτων ὡς εὐμετάθετός ἐστιν ἡ τύχη καὶ παρὰ μικρὸν εἰς ἑκάτερα ποιεῖ μεγάλας ῥοπάς, καθά
因此,因为我已从实际的事实中吸取了教训,深知命运是何等反复无常,只需微小的偏转便能在两边造成巨大的倾斜,正如

词汇与语法注释

  1. §15.6.4ἐβούλετο μὲν ἂν — 直说过去未完成时加上语气词 ἄν,表示过去未实现的愿望(“本希望……”)。这里汉尼拔表达了一种无法实现的遗憾愿望,即如果两国当初都满足于本国固有领土,战争本可以避免。
  2. §15.6.5ὡς ἂν εἰ περιωρισμένας — 连词 ὡς ἂν εἰ(仿佛、好似)与被动分词 περιωρισμένας(修饰阴性复数名词 δυναστείας “统治领地”)连用。它带有一种假设性的比较意味,表示“如同被大自然所限制隔离一般”。
  3. §15.6.8τῷ πεῖραν εἰληφέναι — 冠词性不定词的与格完成时(τῷ εἰληφέναι),在此表示原因或理由(“由于已经获得了经验”)。完成时态强调“已经获得并保持了经验”的状态,其具体内容由随后的 ὡς 引导的从句(命运是如何反复无常)来具体说明。

引用这一段

波利比奥斯, 历史 §15.6.1-15.6.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.6.1-15.6.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。